Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΚΑΙ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει τετάρτῳ μηνὶ πέμπτη τοῦ [*](B) μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβάρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὁράσεις θεοῦ.

πέμπτῃ τοῦ μηνός, τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ, (3)καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβάρ.

καὶ ἐγένετο ἐπʼ ἐμέ χεὶρ Κυρίου,

καὶ ἴδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὄρασις ἠλέκτρου ἐν μέσα τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ.

καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐπʼ αὐτοῖς.

καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί

καὶ τὰ σκέλη αὐτῶν ὀρθά, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός· καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν,

καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν· καὶ τὰ πρόσωπα αὐτῶυ τῶν τεσσάρων

οὺκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο.

καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν· πρόσωπον [*](Ιnscr Ιεζεκιηλ BAQ + προφητης ιέ A 1 1 τεταρτῳ] pr εν τω AQ BᵃᵇAQ του μηνος sup ras Bᵃᵇ ᵛⁱᵈ Κοβαρ] adnot βαρυσμος Qmg ειδον] ιδον AQ 2 τo ετος (ετου A* τος Aᵃ)] om το Q το πεμπτον] om το A Ιωακειμ] adnot Ιαω ετοιμασμος Qmg Ιεζεκιηλ] adnot κρατος θῦ Qᵐᵍ Bουζι Q adnot πεφαυλισμενος Qᵐᵍ Καλδαιων] adnot ως μαστοι et ως αγροι Oᵐᵍ 3 εγενετο] + εκει A et (sub ?? ) Qᵐᵍ 4 και 3⁰] seq ras 1 lit in A φεγγος 1⁰] +κυ Q ορασις] ομοιωμα A 6 τεσσερα Q: item 8 | τω ενι (1⁰)] + άθ΄ αυτοις Qᵐᵍ 7 ορθα] pr σκελη Qmg εξαστραπτων] pr ο A 8 πτερυγων sup ras Bᵃᵇ ουτων 3⁰] +και αι πτερυγες ουτων A et (sub ?? άθ΄ Qmg Q τεσσαρων] + εχομενα (-ναι A¹) οτερα της ετερας και τα προσωπα ουτων A (om και . . ουτων A * ᵛiᵈ επι . . προσωπα sup ras Aᵃ?) εχομεναι ετερα τ. ετερας κ. αι πτερυγες ουτων (sub ?? θ΄) Q 9 αυτα] αυτας Q* (.τα Qᵃ) εκαστον] ν sup ras Aᵃ? απεναντι] κατεναντι B*for (απ sup ras Bᵃᵇ) AQ 10 ομοιωσις] pr η A )

386
[*](B) ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶυ τοῖς τέσσαρσιν, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσιν, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσιν,

καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν.

καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἄυ ἦν τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον.

καὶ ἐν μέσῳ τῶν ζήων θρασις ὡς ἀνθράκων πυρὸς καιομέναον, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζᾠων καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.

καὶ ἵδον, καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζήων τοῖς τέσσαρσιν.

καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα ἕν τοῖς τέσσαρσιν· καὶ τὸ ἔργον αὐτῶν ἦν καθὸς ἂν εἴη τροχὸς ἐν τροχῷ·

ἐπὶ τὰ τέσσερα μέρη αὐτῶν ἐπορεύοντο. οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά,

οὸδʼ οἱ νώτοι αὐτῶν, καὶ ὕψος ἤν αὐτοῖς· καὶ ἴδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν.

καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξήροντο οἱ τροχοί.

οὖ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα ποῦ πορεύεσθαι· ἐπορεύοντο οἱ τροχοὶ καὶ ἐξήροντο σὺν αὐτοῖς, διότι πυεῦμα ζωῆς ἐν τοῖς τροχοῖς.

ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξήροντο σὺν αὐτοῖς, ὅτι πνεῖμα ζωῆς ἤν ἐν τοῖς τροχοῖς.