Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Μνήσθητι, Κύριε, ὅ τι ἐγενήθη ἡμῖν,
  2. ἐπίκκβλεψον καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν.
[*](AQ)[*](17 φη] αιν Q* (φη Qᵃ) εξελειπον A βοηθιαν A 18 τιαδη] σαδη BaAQ | πορευεσθαι] παραπορευεσθαι A πλατιαις A 19 ο καιρος (2⁰)] το περας Q εξεπτησαν] εξηφθησαν AQ* [εξηφθη]μεν Qᵐᵍ εν ερημω] επι των ορεων A 20 ρηχς] ῥῆς AQ ουτων] ημων Q | ου] οι A εθνεσι Qᵃ 21 χσεν] κεν AQ θυγατηρ Q Ιουμαιας A* (Ι.δ A¹) γος] pr της AQ τὸ ποτήριον] 0om το AQ (hab Qmg) μεθυσθηση] pr και AQ 22 εξελειπεν A θυγατερ] θυγατηρ Q Σιων AQ προσθησει] + ετι AQ ανομας] αδικιαν A θυγατηρ] θυγατερ AQ ασεβηματα] αμαρτηματα Qᵐᵍ)
377
  1. κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις,
  2. [*](B)
  3. οἱ οἶκοι ἡμῶν ξένοις.
  1. ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ,
  2. μητέρες ἡμῶν ὡς αἱ χῆραι.
  1. ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν·
  1. ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν·
  2. ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
  1. Aἶγυπτος ἔδωκεν χείρα.
  2. Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.
  1. οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν,
  2. ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
  1. δοῦλοι ἐκυρίευσαν ἡμῶν,
  2. λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
  1. ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν
  2. ἀπὸ προσώπου όομφαίας τῆς ἐρήμου.
  1. τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη,
  2. συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
  1. γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν,
  2. παρθένους ἐν πόλεσιν Ἰούδα.
  1. ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν,
  2. πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
  1. ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον,
  2. καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
  1. καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,
  2. ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν,
  1. κατέλυσεν χαρὰ καρδίας ἡμῶν,
  2. ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,
  1. ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς.
  2. οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
  1. περὶ τούτου ἐγενήθη ὀδύνη ὀδυνηρὰ ἡ καρδία ἡμῶν.
  2. περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν.
[*](V 3 αι χηραι] om αι AQ 4 om εξ ημερων ημων Q* (hab Qᵐg) | AQ distnx post ημων 1⁰ A ξυλα] pr ὕδωρ ημων εν αργυριω επιομεν Q ηλθον AQᵃ 6 Bγυπτος A πλησμοσυνην Q* (improb συ Qᵃ) 7 ουχ] pr και Q 10 δερμα] δερημα A κλιβανος] κριβανος Qᵃ καταιγίδος Qᵐᵍ 11 Σιων BᵇAQ item 18 εταπεινωσεν Q 13 εν ξυλω ησθενησαν] εν λογοις εσταυρωθη[σαν] Qᵐᵍ 14 πρεσ θυται B* πρε σβ. B? 14 15 κατε- λυσεν χαρα καρδιας ημων εκλεκτοι εκ ψαλμων ουτων κατεπαυσαν Q 16 της κεφαλης ημων AQ δη] δε AQ 17 om οδυνη AQ η καρδια] om η Q εκοτασαν A * (εσκ. A¹))
378
[*](Β)
  1. ἐπ᾿ ὄρος Σειών, ὅτι ἠφανίσθη,
  2. ἀλώπεκες διῆλθον ἐν αὐτῇ.
  1. σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις,
  2. ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.
  1. ζνα τί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν;
  2. καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;