Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχααον εἰς τὸν αἰώνα· πάντες οἵ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται.

ἐπιστρέφου, Ἰακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.

μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.

μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τοῦ θεοῦ ἡμῖν γνωστά ἐστιν.

Ραρσεῖτε, λαός μου, μνημόσυνον Ἰσραήλ.

ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν θεόν, παρεδόθητε τοῖς ὑπεναντίοις.

παροξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ θεῷ·

ἐπελάθεοθκ ¹τὸν τροφεύσαντα ὑμᾶς θεὸν [*](¶Γ) αἰώνιον, ἐλυπήσατε δὴ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς Ἰερουσαλήμ.

ἴδεν γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ θεοῦ, καὶ εἶπεν Ἀκούσατε, αἱ πάροικοι Σειών, ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα.

ἴδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἦν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.

ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης, ἐξαπέστειλα δἐ μετὰ κλαυθμοῦ καὶ πένθους.

μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρε καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν· ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου θεοῦ

καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν θεοῦ, οὐδὲ τρίβους [*](32 τον αιωνα] om τον Q 33 πορευσεται Q 34 ηυφρανθησαν ΑQ AQΓ 35 ειπαν Q ελαμψαν] pr και AΓ 37 om υπ AQ* (hab Qmg) 38 επι pr και Q της γης] om της A om εν Γ ΙV 1 αυτην 1⁰] αυτης A |κατα- λιποντες Q* (καταλειπ. Qᵃ) 4 του θεου] τω θῶ AQ ημιν] υμιν Γ |om εστιν Γ 6 υμας] ημας A 7 παρωξυνατε AQ δαιμονιοις] pr τοις Γ vid om και ου θεω Γᵛiᵈ 8 επελαθεσθε] δε AQ υμας 1⁰] ημας A δη] δε Bᵇ⁽ᵛⁱᵈ⁾AQ 9 ειδεν Bᵃᵇ om γαρ A Σιων BᵇAQ; item 14 24 επη- γαγεν] γαρ A 10 ειδον Bᵃᵇ των υιων] pr του λαου A των θυγατερων] om των Q 11 δε] + αυτους Q 12 καταλειφθησῃ AQ* (ηφθειση Qa) 13 και δικαιωματα] δικ. δε AQ εγνωσαν] εφυλαξαν A τριβοις Q )

358
[*](B) παιδίας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.

ἐλθάτωσαν αἱ πάροικοι Σειών, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέραον, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.

ἐπήγαγεν γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδές καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ἠσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν,

καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.

ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν;

ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.

βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος.

ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεως μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.