Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;

τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπʼ αὐτῶν ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων,

καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμέ οὐκ ἔγνωσαν.

ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται.

ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.

τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.

βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.

μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχὴ μου

Ἐπὶ τὰ ὄρη λάβετε κοπετόν, καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.

καὶ δώσω τὴν Ἰερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι.

τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο· καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς [*](22 σιτινη A IX 1 κεφαλην Q* | τον λαον μου sub ?? Q? | τους τετραυμ.] U+05D0AQ και τετραυμ. A 2 δωη] δωσει Q | σταθμον] α΄ καταλυμα σ΄ αυλισμον Qmg | τον λαον μου] + τουτον U+05D0 3 τοξος A | εγνωσαν] + φησιν κς Q 4 αυτου] + εξηλθοσαν A | φυλαξεσθαι U+05D0 | ουτων] εαυτων A 5 om κατα U+05D0 | αυτου] εαυτου A | καταπαιξεται] καταπεζετε U+05D0* -παιζεται U+05D0c.b παιξεται U+05D0c.c κατα- φευξεται A* (καταπεξ. A?) | αληθιαν U+05D0 | λαλησουσιν U+05D0A | διελειπον U+05D0c.bA 6 om και U+05D0Q | δολος] λ ex δ fec vid U+05D0* | ηθελον] ηθελησαν Q | με] + ηφησιν κς Q 7 Κυριος] + των δυναμεων Q | πυρω|ρ incep U+05D0* (πυρω|σω U+05D01 (vid)) | δοκιμασω U+05D0c. ᵃ | πονηριας] της U+05D0 8 γλωσσα] καρδια A | εαυτω] αυτω U+05D0* (εαυτ. U+05D0c.c) 9 om μη U+05D0* (hab U+05D0c.a) | τω τοιουτω] om τω AQ 10 εξε- λειπον U+05D0c.b AQa vid | ανθρωπους] + α΄θ΄ ?? παραπορευομενους Qmg | κτηνων] pr των A 11 κατοικητηρια A | πολις U+05D0* (-λεις U+05D0c.ᵇ) 12 om ο bis A | συνετος (-τως A* )] σοφος Q | συνετω] συνετιω U+05D0c. ᵃ (postea rurs -τω) συνιειτε A | om ω U+05D0* (hab U+05D0c.c) A | λογος] pr ο U+05D0* AQa)

244
[*](B) αὐτόν, ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν.

Καὶ εἶπεν Κύριος πρὸς μέ Διὰ τὸ ἐνκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,

ἀλλ᾿ ἐπορεύθησαν zxὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς,

καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπʼ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.

Τάδε λέγει Κύριος Καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν

καὶ λαβέτωσαν ἐφʼ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ,

ὅτι φωνὴ οἰκτροῦ ἠκούσθη ἐν Σειών Πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐνκατελίπομεν τὴν γῆν καὶ ἀπερίψαμεν τὰ σκηνώματα ἡμῶν.

ἀκούσατε δή, γυναῖκες, λόγον θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον.