Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ἰωανὰν καὶ Ἀζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου

πρὸς Ἰερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν.

καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ θεός σου τὴν ὁδὸν ᾖ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν.

καὶ εἶπεν αὐτοῖς Ἰερεμίας Ἤκουσα· ἰδοὺ προσεύξομαι πρὸς Κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν. καὶ ἔσται, ὁ λόγος ὃν ἂν ἀποκριθήσεται Κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν ῥῆμα.

καὶ αὐτοὶ εἶπαν τῷ Ἰερεμίᾳ Ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν.

καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν Κυρίου τοῦ θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἴνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν.

καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν.

καὶ ἐκάλεσεν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεαως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ καὶ ἕως [*](16 εν πολεμω] πολεμου U+05D0* πολεμω U+05D0c.a τα λοιπα] τας λοιπας U+05D0* (τα U+05D0AQ λοιπα U+05D0?) τα καταλοιπα Q om ους 2⁰ B* U+05D0* (superscr BᵃᵇU+05D0c.a(?)) | απε- στρεψεν 2⁰] απεστραψαν U+05D0* (-ψεν U+05D0c.a) απεστρεψαν A Γαβαων] Γ sup ras B? (prius Ψ) 17 εκαθισεν U+05D0 | Γαβηρωχαμααα (χ sup ras B?)] γη Βαηρωχαμα U+05D0 γη Βηρωθχαμααμ A γη Βαρωθχαμααμ Q* (γη Βηρωθχ. Qmg) Βαιθλεεμ U+05D0*ᵛⁱᵈ πορευθηναι] + εισελθειν AQ 18 Χαλδεων U+05D0 | Γοδολιαν] + παντες ?? υιον Αχικαμ Qmg βασιλευς] pr ο Q XLIX 1 Ιω- ανναν A) Αζαριας] Ιεζονιας Qmg Μαασαιου] Ανανιου U+05D0* Ανανιου U+05D01(fort) Ωσαιου U+05D0c.aQ Μασαιου A μικρου] + ουτων U+05D0 | om και 5⁰ U+05D0AQ 2 προς 1⁰] επι A πεσατω U+05D0ΑQ om σου 2⁰ U+05D0 | καθως] καθοτι U+05D0Q οι οφθαλμοι] om οι Q* (superscr Qᵃ) βλεπουσι Qᵃ 3 ημιν] υμιν U+05D0* om σου A η] ην U+05D0 εν η AQ 4 Ιερεμιας] ο προφητης Qmg ιδου (δ sup ras B?)] + εγω BᵃᵇU+05D0AQ τον θεον ημων κατα τους| λογους υ in mg et sup ras Aa (om προς Κ. τον θ. η. A*ᵛⁱᵈ) τον θεον] om τον U+05D0Q αν] εαν U+05D0 | om AQ υμων 2⁰] ημων U+05D0* 5 om εν A αν αποστειλη] απεστειλεν A + σε U+05D0 (σαι U+05D0* ) Q | ουτως] ου A 6 εαν 2⁰] εν U+05D0* της φωνης Q 7 μετα δεκα (ι΄ U+05D0) ημερας] μεθ ημερας δεκα A εγενηθη 2⁰] om U+05D0* εγενετο U+05D0c.a mg Q 8 Ιωαναν (Ιωανναν Q)] pr τον U+05D0ΑQ και 2⁰ sup ras Bᵃᵇ τους ηγεμονας] pr παντας A | μικου (superscr ρ U+05D0?) om και 4⁰8A))

340
[*](B) μεγάλου,

καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος

Ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν.

μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· μὴ φοβηθῆτε, φησὶν Κύριος, ὅτι μεθʼ ὑμῶν ἐγὼ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν.

καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.

καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου,

ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν, καὶ ἐκεῖ οἰκήσομεν·

διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου Οὕτως εἶπεν Κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν,

καὶ ἔσται, ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμὸς οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλημψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε.

καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτοὺς.

ὅτι οὕτως εἶπεν Κύριος Καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφʼ ὑμᾶς, εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμόν, καὶ οἶ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον.

ἂ ἐλάλησεν [*](U+05D0AQ)[*](9 Κυριος] + θ΄ ?? θς Ιηλ προς ο| απεστειλατε με ριψαι ελεος υμων ενα|τιον αυτου Qᵐᵍ 10 οικοδομησω] pr και Q om μη 1 ° U+05D0* (superscr U+05D0c.a) ανεπαυμε U+05D0* (αναπεπαυμαι U+05D0?) επι τοις κακοις] απο των κακων U+05D0Α οις] ων U+05D0 | εποιησα] ειπα ποιησαι Q 11 βασιλεως] pr του Q μη 2⁰] pr ου Q υμων] ημων U+05D0* εγω] ειμι U+05D0* (εγω U+05D0c.a ᵐᵍ) + ειμι AQ | εξαιρεισθαι] pr του U+05D0c.a(?) ᵐᵍ AQ ουτων] αυτου U+05D0Q 12 ελεον U+05D0* (ελεος U+05D0?) bis scr εις U+05D0* (improb 1⁰ U+05D0?) 13 φωνης] pr της Q 14 γην] pr την U+05D0 | Αιγυπου U+05D0 | εισελευσομεθα] επελευσομεθα Q? ακουσομεν A Οm και εν αρτοις ου μη πεινα- σωμεν (hab U+05D0c.a (?) ᵐᵍ) οικησωμεν U+05D0 15 λογον] λογους U+05D0Qᵃ | Κυριου] + α΄θ΄ ?? οι καταλοιποι της Ιουδαιας Qmg om ουτως ειπεν Κυριος U+05D0* (hab U+05D0c.a(?) ᵐᵍ) 16 υμει * (υμεις Baᵇ) εφοβεισθε U+05D0* γη Αιγυπτου] γη Αιγυ- πτω A Αιγυπτω ο λιμος] om ο U+05D0 | εχετε] εχειτε A καταλημψε εται (-ληψ. Qᵃ)] και καταλιψεται U+05D0* και καταλημψ. U+05D0ᵃ 17 ανθρωποι] ανδρες Q τη ρομφαια] της ρ. U+05D0* om τη Q τω λιμω] om τω Q + θ΄ ?? κ εν θανατω Qmg ουθεις] ουδεις Q 18 Κυριος] + τω δυναμεων θς Ιηλ Qmg καθως] pr οτι A μου 1⁰] + παντες ?? κ η οργη μου Qmg αβατον] Αιγυπτον U+05D0* (αβατον U+05D0c.a(?)) om λαι 2⁰ U+05D0* (superscr U+05D0c.a(?) om εις 4° A ιδητε] ειδητε U+05D0 19 α] ουτως Qmg )

341
Κύριος ἐφʼ ὑμᾶς τοὺς καταλοίπους Ἰούδα Μὴ εἰσέλθητε [*](B) εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθ

ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καί Κατὰ πάντα ἃ ἐὰν λαλήσῃ σοι Κύριος ποιήσομεν.