Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα ἐγενήθη λόγος Κυρίου πρὸς με λέγων

Λάβε σεαυτῷ χαρτίον βιβλίου, καὶ γράψον ἐπʼ αὐτοῦ πάντας [*](13 κατοικουσι U+05D0* (-σιν Bᵃᵇ) Ιερουσαλημ] pr εν A παιδειαν BabAQ του U+05D0AQ ακουειν] om του U+05D0ΑQ 14 υιου] υιοι U+05D0 | Ρηχοβ U+05D0* τεκνοις] υιοις Qmg | επιο- σαν] επιον AQ α΄θ΄ ?? εως της ημερας ταυτης οτι ηκουσσν της εντολης του πατρος αυτω| Qmg και εγω] καγω A ορθου U+05D0* (ορθρ. U+05D0?) | om και ελαλησα A ηκουσατε] εισηκουσατε A 15 απεστειλα] απεστειλατε Q* (-λα Qᵃ) | τους παιδας] το ο πεδα U+05D0*ᵛⁱᵈ (τους παιδ, U+05D0?) τους δουλους AQ προφητας] + ορθριζων κ αποστελλων και Qmg της οδου] om της U+05D0 | βελτιων U+05D0* (-τιω Bᵃᵇ) βελτιον A βελτιονα Q πιησατε U+05D0* ᵛiᵈ (ποιησ. U+05D0?) τα επιτηδ.] om τα A | πορευεσθε] πορευσεσθαι Q* (-σεσθε Qᵃ) θων U+05D0* (θεων U+05D0?) ετερων] αλλοτριων U+05D0A | ης] ως U+05D0* (ης U+05D0?) ηκουσατε] εισηκουσατε μου U+05D0 16 υιοι] pr οι AQ | Ιωναδαβ] Ιωναδ Q* (-ναδαβ Q?) υιου] οι υιοι U+05D0 16 —18 om ο δε λαος ουτος..εν- τολην του πατρος ουτων Q* (hab Qmᵍ inf) 16 ο δε λαος] και ο λ. U+05D0 | ουτος] μου A ηκουσεν] ηκουσαν U+05D0* fort U+05D0AQ 17 om A αυτους] + θ΄ ?? ανθ ων ελαλησα επ αυτους κ ουκ ηκουσᾶ| κ εκαλεσα αυτους κ ουκ απεκριθησα (18) κ τω οικω Ρηχαβ ειπε| Ιερεμιας Qmg 18 Κυριος] + U+05D0 των δυναμεων ο θς Ιηλ Qmg υιοι] pr οι U+05D0Α om υιου Ρηχαβ U+05D0 | την εντολην] om U+05D0 + Ιωναδαβ Qᵐᵍ ουτων 1⁰] + σ΄ ?? κ εφυλαξαν συν πασας τας εντολας αυτου Qmg καθοτι] οσα Α κατα παντα οσα Qmᵍ 19 ου] pr δια τουτο ταδε λεγει κς των δυναμεων θε Ιηλ Qmg εκλειπη U+05D0c.aAQa XLIII 1 εν] pr και U+05D0c.aAQ pr α΄θ΄ ?? [και] εγενηθη Qᵐᵍ Ιωακιμ Qa υιω Q* (υιου Qa) Ιωσια BbU+05D0 Ιωσιου AQ 2 χαρτιον] χαρτην AQ α΄ κεφαλιδα σ΄ τομο| Qmg αυτου] αυτω A )

326
[*](B) τοὺς λόγους οὓς ἐλάλησα πρὸς σέ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδὰ καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφʼ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφʼ ἡμερῶν Ἰωσεία βασιλέως Ἰούδα καὶ ἕως τῆς ἡμέρας ταύτης.

ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακὰ ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἴνα ἀποστρέψωσιν ἀπὸ ὀδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.

καὶ ἐκάλεσεν Ἰερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος Ἰερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.

καὶ ἐνετείλατο Ἰερεμίας τῷ Βαροὺχ λέγων Ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.

καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς.

ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.

καὶ ἐποίησεν Βαροὺχ κατὰ πάντα ἂ ἐνετείλατο αὐτῷ Ἰερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.

καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ἰωακεὶμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν Ἰερουσαλὴμ καὶ οἶκος Ἰούδα.

καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἰερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρείου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ [*](U+05D0AQ)[*](2 ελαλησα] εκρηματσαα AQmg Ιερουσαλημ] Ιηλ AQ* (Ιλημ Qmᵍ) | Ιουδα 1⁰] Ιουδαν BᵃᵇU+05D0c.a0 Q Ιωσεια] Ιωσια BᵇU+05D0A Ιωσιου Q 3 ακουσονται A) ο οικος] om ο AQ παντα] pr ?? συν Qmᵍ τα κακα] σα κ. A* ᵛiᵈ | εγω λογιζομαι ποιησαι αυτοις] ελαλησα επ αυτους A ποιησαι] pr του Q | απο- στρεψωσιν] αποστραφωσιν AQ + θ΄ ?? εκαστος Qmg ουτων 1⁰] αυτου A | ταις (ται U+05D0*) αδικιαις] ταις αδικιας A* (κιοις A¹fort) 4 τον] την U+05D0* (τον U+05D0?) εγραψεν] + Βαρουχ AQ ελαλησεν] εχρηματισεν AQ 5 ου (ουλ (?ουδ) U+05D0*) μη δυνωμαι] και ου δυναμοι AQ 6 χαρτιω] χαρτη U+05D0AQ εν ημερα νηστιας και εν ωσιν sup ras Aᵃ? νηστιας U+05D0Aa Q* (-τειας Qᵃ) εν ωσι] εν ωσιν U+05D0Aa? εις τα ωτα Q Ιουδα] του λαου A ποιεων Q αναγνωση] pr και Q 7 αποστρεψουσιν] + θ΄ ?? εκαστος Qmg εκ] απο AQ οδο U+05D0* (υ superscr U+05D0?) ο θυμος] + κυ A om Κυριου A ην] η A* (ν superscr A¹) | ελαλησεν] + κς AQ λαον] τοπον A 8 Βαρουχ] + α΄σ΄ ?? υιος Νηριου Qᵐᵍ α] οσα Qᵐᵍ λογους] pr τους AQ 9 ογδοω] πεμπτω AQ βασιλει Ιωακειμ] pr τω BᵃᵇU+05D0Q Ιωακειμ βασιλει A τω μηνι] pr εν AQ εξεκλησιασεν U+05D0* (-σαν U+05D0c.a(?)) νηστια| U+05D0 | εν Ιερουσαλημ] εις Ιλημ A om εν Q + κ πας ο λαος οι ερχομενοι εκ πολεων Ιουδα εις Ιερουσαλημ Qmg οιλος] pr ο A 10 ανεγι- νωσκεν U+05D0AQ τους λογους] om τους A α΄σ΄ ?? (τους| Qsuperscr | Γαμαιου BbU+05D0AQ item 11 | om πυλης A του οικον] om του AQ om και 2⁰ AQ )

327
ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.

καὶ ἤκουσεν Μειχαίας υἱὸς Γαμαρείου υἱοῦ [*](B) Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου.

καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλεισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ Ἰωναθὰν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες,

καὶ ἀνήγγειλεν αὐτοῖς Μειχαίας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.

καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου υἱὸν Ναθανίου υἱοῦ Σελεμίου υἱοῦ Χουσεὶ λέγοντες Τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἦκε. καὶ ἔλαβεν Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.

καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.

καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἄπαντας τοὺς λόγους τούτους.

καὶ τὸν Βαροὺχ ἠρώ τησαν λέγοντες Ποῦ ἔγραψας πάντας τοὺς λόγους τούτους;

καὶ εἶπεν Βαρούχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ἰερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.

καὶ εἶπαν τῷ Βαρούχ Βάδισον κατακρύβηθι, σὺ καὶ Ἰερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.

καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλεισά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους.