Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐὰν ἐπιστραφῇ Ἰσραήλ, λέγει Κύριος, πρὸς μέ, ἐπιστραφήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου εὐλαβηθῇ,

καὶ ὀμόσῃ Ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἰερουσαλήμ.

ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις.

περιτμήθητε τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμὸς αὐτοῦ καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.

ἀναγγείλατε ἐν τῷ Ἰούδα, καὶ ἀκουσθήτω ἐν Ἰερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξετε μέγα· εἴπατε [*](U+05D0AQ)[*](22 τα συντριμματα υμων] αυτους A δουλοι] οιδε Q ημεις] υμεις A om συ A 22 23 distinx ημων· ει οντως Avid 23 om εις Q* (hal) Qmg) του Ισραηλ] τω Ισρ. A [του] οκου (sub -) [Ισρ.] Qmg 24 κατηναλωσεν U+05D0* (καταν. U+05D0c.a) μοχθους] ο 2° suppl U+05D01 ημων 1°] ηων U+05D0* (ημ. U+05D0salt c.a) | ημων 2°] αυτων U+05D0AQ μοσχους] σ supbl U+05D0tam antc c.a μοχθους A 25 ενοντι] εναντιο | Q | om ημων 3° A om ημεις A οι πατερες] ο πατερες B οι πατερ U+05D0*c.b υπηκουσαμεν] ηκουσ. A IV 1 Ισηλ U+05D0 | προς με λεγει κς A επιστραφησεται] pr και Q | εαν 2°] pr και Q περιελη] λ sup ras A om κκ στοματος αυτου A απο του στ. αυτου Q* (superscr 1 εκ Qᵃ) αυτου 2°] αυτος ut vidU+05D01(vid) | του προσωπου] om του U+05D0* (hab Bᵃᵇ) A + μου Bᵃᵇ mg U+05D0Q + αυτου A ευλαβηθη] pr α΄θ΄ ?? και Qᵐᵍ 2 αληθιας B εν 1°] pr και Aφ αυτω 1°] αυτη U+05D0* (.τω U+05D0c et postea) αινεσουσι Q? τω θεω] τω sub Q? 3 om οτι ταδε... Ιερουσαλημ A | οτι ταδε] ουτως U+05D0* (οτι τ. U+05D0c.b) σπειρητε] σπιρετε λται U+05D0c.b σπειρεται Q* (-τε Qᵃ) | ακανθας U+05D0* (-θαις U+05D0c.b) 4 περιτμηθητε] περιτμηθησεσθαι A υμων 1°] ημων A περιτεμεσθε BU+05D0c.a (-θαι U+05D0c.b Q*) περιτεμεισθαι U+05D0c.c QA περιελεσθε U+05D0*A (-θαι) σκηροκαρδιαν B (κληροκ. Isic) U+05D0c.b comm) | lερουσαλημ] pr εν AQ | αυτου] μου AQ 5 σημανεται U+05D0 | σαλ πιγγι επι της γης Q κεκραξετε] κεκρακατε AQ pr και U+05D0Q ειπατε 2°] pr και U+05D0Α)

231
Συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις,

ἀναλαβόντες [*](B) φεύγετε εἰς Σειὼν· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.

ἀνέβη λέων ἐκ μάνδρας αὐτοῦ, ἐξολεθρεύων ἔθνη ἐξῆρεν καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.

ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν.

καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρα, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ προφῆται θαυμάσονται.

καὶ εἶπα Ὦ δέσποτα Κύριε, ἀρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἰερουσαλήμ, λέγων Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν;

ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ἰερουσαλήμ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδʼ εἰς ἅγιον.

πνεῦμα πληρώσεως ἤξει μοι νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς.

ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.

ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰερουσαλήμ, ἴνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;

διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφράιμ.

ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἰερουσαλήμ Συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φῶνῆν αὐτῶν.

ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος

αἵ ὀδοί σου καὶ τὰ ἐπιτηδεύματά [*](5 σῡ|αχθητε U+05D0* συ|ναχθ. B? εισελθωμεν] εισελθατε A πολις U+05D0* (λεις U+05D0AQ U+05D0c.b): item 7 τειχηρεις (pr σ U+05D0*)] οχυρας A 6 Σιων BᵇU+05D0AQ εγω κακα A 7 ανεβη U+05D0c.a (repos -βη μανδρας] pr της U+05D0AQ εξολοθρευων Bᵇ εξωλεθρευων U+05D0 pr και Q γην] + σου ) πολεις] αι π. σου Q αυτας] την γην εις ερημωσιν πολις κατερεθησονται (uncis incl εις ερημωσιν..καθερ. [sic] et pro την γην corr αυτας U+05D0c.a) U+05D0* 8 αλαλαξετε] αλλαξατε A ουκ] ου πεστραηφη U+05D0* (ουκ απ. U+05D0c.a) ο θυμος] οργης Q υμων] ημων U+05D0* (υμ. U+05D0c.a) 9 λεγει] λ superscr Bᵃᵇ καρδια 1°] καρ α U+05D0* (-δια U+05D0c.b) om και οι προφ. θαυμασονται A om θαυμασονται U+05D0* (hab U+05D0tam ante c.c) 10 ειπαν A εσται] + υμιν AQ om ιδου U+05D0* (hab U+05D0c.a) AQ ηψατο] αψεται Q εως] ως U+05D0* (εως U+05D0c.a) 11 εκεινω] ω supras U+05D01 τουτω A καθαρον] ο sup ras U+05D01 (prius α ut vid) ουδ] ουδε Q 12 πληρωσεως] + α΄σ΄θ΄ απο τουτων Qmg δε] + αρ θ΄ ?? και Qᵐᵍ λαλω] λαλησω Q κριματα] + μου Q αυτους] ου sup ras B¹ fort 13 αυτου 1°] αυτω U+05D0* (-που U+05D0iam 1) αυτων A αυτου 2°] ουτων U+05D0A ημιν] υμιν A 14 αποπλυναι U+05D0c.bAQ υπαρξουσιν A) διαλογισμοι] λογισμοι BᵃᵇU+05D0 (-γεισμ. U+05D0*) Q 15 αγγελλοντος] αναγγελλ. U+05D0AQ ηξει] + μοι Q δφρεμ U+05D0 16 συστροφαι] pr ιδου U+05D0c.a (postea improb) | om kai U+05D0* (hab ӄ U+05D0c.a) πολις U+05D0* (-ιεις U+05D0c.b) | φωνας Q 17 εγενοντο] εγενετο U+05D0)

232
[*](B) σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.

Tῆν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχὴ μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχὴ μου, κραυγὴν πολέμου.

καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπάρηκεν πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου.