Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου εἰπεῖν

[*](B)

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ λέγων Γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου.

ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ἰσραὴλ καὶ Ἰουδά, εἶπεν Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς.

Καὶ οὔτοι οἱ λόγοι οὕς ἐλάλησεν Κύριος ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά.

Οὕτως εἶπεν Κύριος Φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη.

ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν καὶ περὶ φόβου ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν ; διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν πρόσωπα εἰς ἴκτερον ἐγενήθη.

ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ἰακώβ,

καὶ ἀπὸ τούτου σωθήσεται. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἀλλοτρίοις,

καὶ ἐργῶνται τῷ κυρίῳ θεῷ οὐτῶν, καὶ τὸν Δαυεὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.

Οὕτως εἶπεν Κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου,

οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφελία σοι οὐκ ἔστιν.

πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν [*](XXXXVII 1 γεναμενος A 2 γραψον] + παντες ?? σεαυτω Qmg U+05D0AQ εχρηματισα (-σαν Q*)] pr εγω A + εγω Qᵐᵍ 3 αποστρψω (1°) U+05D0*ᵛiᵈ | Κυριος 2⁰] + παντοκρατωρ U+05D0A A κυριευσωσιν Q* 5 φοβου] + αυτου U+05D0 ¦ ακουσασθαι A 6 ετεκε Q αρσεν] σ΄ αρσης Qmg καθεξουσιν] κατα- ξουσι| U+05D0* (θε superscr U+05D0c.a(?)) εορακα Q* ᵛⁱᵈ οσφυος αυτου] + παντες ?? ως γυναικος τικτουσης Qmᵍ 7 χρονος] pr ο U+05D0 στενος] στερος U+05D0*ᵛid ¦ εστιν 2°] εστι BᵇU+05D0 om Q 8 Κυριος] + παντες ?? των δυναμεω| Qᵐᵍ τον ζυγον] om τον U+05D0AQ | του τραχηλου] om του U+05D0AQ διαρηξω U+05D0* (διαρρ. U+05D0?) αυτοι] + ετι BᵃᵇU+05D0 AQ αλλοτριοις] pr εν A 9 βασιλεα] pr τον A αναστητω U+05D0* (-σω U+05D0c.a(?)) αυτοις] + θ΄ ?? (10) συ δε μη φοβου παις μου Ιακωβ λεγει κς μηδε δειλιασης Ιηλ οτι ιδου εγω σωζω σε μακροθεν κ το σπερμα σου απο της αιχμαλωσιας ουτων κ, επιστρεψ ει Ιακωβ κ ησ υχασει κ ευπαθησει κ ουκ εσται ο εκφοβων (11) οτι μετα σου ειμι φησι κς του σωζειν σε οτι ποιησω εις λειφ ιν εν πασι τοις εθνεσιν εις ους διεσκορπισα εκει κ παιδευσω σε εις κρισιν κ αθοων ουκ αθοωσω σε Qmᵍ 12 ειπεν] λεγει A ανεστησαν U+05D0* συντριμμα] + σου A 13 ωφελεια Q ουκ εστιν σοι U+05D0AQ 14 επελαθε| το U+05D0 | επερωτησουσιν (-σι U+05D0* -σιν Bᵃb)] + ?? τα εις ειρηνην σου Qᵐᵍ παιδιαν U+05D0 (πεδ. U+05D0*) A)

310
[*](B) σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου.

διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν.

ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶν Κύριος· ὅτι ἐσπαρμένη ἐκλήθης· θήρευμα ὑμῶν ἐστίν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.

οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακώβ, καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.

καὶ ἐξελεύσονται ἀπʼ αὐτῶν ἄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσιν.

καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς,

καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς καὶ ἀποστρέψουσιν πρὸς μέ, ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρὸς μέ, φησὶν Κύριος;

ὅτι ὀργὴ Κυρίου ἐξῆλθεν θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπʼ ἀσεβεῖς ἤξει.

οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου ἕως ποιήσῃ, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.