Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς,

τόξον καὶ ἐνχειρίδιον ἔχοντες· [*](31 επι] προς A | υβριστρειαν B* υβρινστιαν U+05D0* υβριστιαν A (υβριστριαν U+05D0AQ Bᵇ U+05D0?Q) | καιρος] + σου Q* (om Q?) | εκδικησεως] pr της U+05D0A om σου 2° Q* (superscr Qᵃ) 33 καταδυναστευνται Q* | οι υιοι (bis)] om οι U+05D0 | αιχμαλωτευσαντες (αιχμαλευσ. B* αιχμαλωτευσ. Bᵃᵇ)] αιχμαλωτευοντες Q | om κατεδυναστευσαν αυτους U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ) 34 τοις κατοικουσι (-σιν A)] τοις παροικουσιν U+05D0 τους κατοικουντας Qmᵍ 35 Χαλδεους U+05D0 | κατοικουντα U+05D0* (ς superscrU+05D0?) 36 μαχαιραν 1°] pr α΄ ?? μαχαιραν επι τα μαντεια αυτης ӄ εξαρθησονται Qmᵍ 37 om επι 2° A | τον συμμικτον (σῡ|μ. U+05D0)] pr ?? πανια Qmg | τον εν μεσω] om τον U+05D0* (superscr U+05D0?) | αυτης] αυτων Qᵃ | ωσει] ως AQ* (ωσει Qmg) | διασκορπισθησονται] διαρπαγησονται Q 38 επι] εν U+05D0 pr μαχαιρᾱ| Qmg | αυτης] + επεποιθει AQ* + ω επεποιθ. Qᵃ (ω superscr) | και 1°] pr ӄ ξηρανθησετε Qmg | ου] σου U+05D0 om AQ 39 νδαλμαται U+05D0* | ταις νησοις] τοις ν. U+05D0* vid | και] + δια τουτο U+05D0* (improb) U+05D0?) | αυτη] αυταις Q | σιρηνην U+05D0* (-νων U+05D0c.a (?)) + ?? ӄ ουκ οιδομηθησετε (sic) ετι εις το νικος Qmg | αιωναν U+05D0* 40 Σοδομα] pr θ΄ ?? την Qmᵍ | ομορουσας BU+05D0? Qa] ομορρουσας U+05D0* ομορρουσας A ομοροουσας Q* | κατοικησει (-σι U+05D0* -σει U+05D0c.ᵇ) U+05D0A | παροικησει] κατοικησει A παροικηση Q 41 βορρα (-ρραν U+05D0*)] pr γης A 42 εγχειριδιον BᵇQ)

284
[*](B) ἰταμός ἐστιν, καὶ οὐ μὴ ἐλεήσῃ· φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφʼ ἵπποις ἱππάσονται παρασκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον, πρὸς σέ, θύγατερ Βαβυλῶνος.

ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλίψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης.

ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ἰορδάνου εἰς Γαιθάν, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς, καὶ πάντα νεανίσκον ἐπʼ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι ; καὶ τίς οὗτος ποιμὴν ὃς στήσεται κατὰ πρόσωπόν μου;

διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπʼ αὐτῶν.

ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.