Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἤκουσεν Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς, καὶ οὗτος ὖν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἰερεμίου προφητεύοντος τοὺς λόγους τούτους.

καὶ ἐπάταξεν αὐτόν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.

καὶ ἐξήγαγεν Πασχὼρ τὸν Ἰερεμίαν ἐκ τοῦ καταράκτου, καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὐχὶ Πασχὼρ ἐκάλεσεν Κύριος τὸ ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον.

διότι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σέ καὶ πάντα Ἰουδὰ δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.

καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πὸλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς [*](13 οικοι 2°] pr οι U+05D0c.a Q | βασιλεως Qa | Ιδα U+05D0* (Ιουδα U+05D0c.a ᵃ(?))c | om εσονται U+05D0AQ Q | διαπιπτων] + ?? παντες οικοι βασιλεω| Ιουδα ως τοπος του Ταφεθ Qmg | om απο U+05D0Q | om ουτων 1° AQ | εθυμιωσαν A | αυτων 2°] om AQ* (hab Qmg) | στρατεια AQ* (-τια Qᵃ) 14 Ιηρεμιας A | διαπτωσεως] + του τοπου θαφεθ A adnot Ταφεθ ερμηνευεται διαπτωσις Qmg | om εκει A | τη αυλη] om τη U+05D0* (superscr U+05D0c.ᵃ) A | οικου] pr του Q | ειπεν U+05D0AQ | παντα sup ras 7 ut vid litt Qᵃ? 15 Κυριος] + α΄θ΄ των δυναμεων ο θς Ιηλ Qᵐᵍ | την πολιν ταυτην] Ιλημ Q | και 1°] pr κακα A | om πασας U+05D0A | πολις B*U+05D0*A (-λις BᵃᵇU+05D0c.b (?)Q) | αυτης 1°] om U+05D0Q πασας A | | om επι 3° U+05D0 | αυτην] + και επι τας πολεις (-λις U+05D0* -λεις U+05D0c.b(?)) αυτης U+05D0AQ | τραχηλον] αυχενα U+05D0Q | εισαακουσαι Q | εντολων] λογων AQ XX 1 υιος] pr ο Q | κατεσταμενος A 2 αυτον 1°] Πασχωρ το| Ιερεμιαν το προ- φητη| Qmᵍ | ενεβαλεν] εδωκε| Qᵐᵍ | αποτεταγμενη U+05D0* (-νοῦ U+05D0¹) 3 και 1°] pr ?? ӄ εγενετο τη επαυριο| Qmg | μετοικον (-χον A* κον Ab)] + α΄σ΄θ΄ ?? κυκλοθεν Qmᵍ 4 διοτι] δια τουτο A | μετοικεσιαν Q* (-κιαν Q?) | πασιν A | μαχαιρη A | Ιουδαν U+05D0c.a(?) AQ | αυτους] + εις Βαβυλωνα Qmg | κατακοψουσιν] + αυτους AQ | μαχαιραις] μαχαιρα A 5 την πασαν ισχυν] πασαν την ισχ. A | παντας 1°] pr α΄ ?? συν Qmg | αυτης] ?? ӄ πασᾱ| την τιμην αυτης Qᵐᵍ)

266
[*](B) θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.

καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.

Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·

ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν μου.

καὶ εἶπα Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ἀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστοῖς μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν,

ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν κυκλόθεν Ἐπισύστητε, καὶ ἐπισυστῶμεν ἐπʼ αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.

ὁ δὲ κύριος μετʼ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἡδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι᾿ αἰῶνος οὐκ ἐπιλησθήσονται.

Κύριε, δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σέ ἀπεκάλυψα τὰ ἀπολογήματά μου.

ᾄσατε τῷ κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων.

Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ. ἡ ἡμέρα ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή·

ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων [*](U+05D0AQ)[*](5 Ιουδα] + δωσω Qmg | εχθων U+05D0* (εχθρ. U+05D0c.a (?)) | αυτου] ουτων AQa + α΄θ΄ ?? ӄ διαρπωνται αυτους ӄ ληψονται αυτους Qᵐᵍ 6 συ 1°] + Πασχωρ Qᵐᵍ | πατοικουντεις U+05D0* (-τες U+05D0?) | πορευεσθη U+05D0* πορευσεσθαι U+05D0c.a (?)) 7 εκρα- τησας] + με U+05D0 | ηδυνασθην U+05D0 | εγενομην] pr και U+05D0 8 λογος] pr ο Q | χλευ- ασμον] ειο χλευασμα U+05D0 εις χλευασμον AQ 9 ονομασω] + ετι Q | om ετι A | αυτου] τουτω A | εγενετο] + α΄σ΄θ΄ ?? εν τη καρδια μου Qᵐᵍ | οστεοις U+05D0AQ | παρειμι U+05D0* (-μαι Qᵃ) 10 οτι] επι U+05D0* (οτι U+05D0c.ᵃ) | συναθριζομενων U+05D0* (-θροιζ. U+05D0c.a (?)) | om κυκλοθεν 1° BᵃᵇAQ | επιστηται U+05D0* (επισυστ- U+05D0c.a (?)) | om επ Qvid | αυτω 1°] αυτον A | ληψομεθα Qᵃ 11 ο δε] και AQ | μαχητης] μαθητης A | ισχυων] ισχυρος A | αιωνος] incep αιε U+05D0* vid 12 Κυρω] + θ΄ ?? των δυναμεων Qmg | εν αυτοις] εξ ουτων Q | τα απολογ.] om τα U+05D0* (superscr U+05D0c.a (vid)) 13 εξειλετο Q | ψυχην] pr α΄σ΄ ?? την Qmg | πσηρευομενων] pr στερεωτερο| U+05D0* br στερεοτερο| ӄ U+05D0c.ᵃ στερεωτερων αυτου AQ* (πονηρ. Qmᵍ) 14 om εν 1° A | ετεχθην] εγενηθην A | εν 3°] om U+05D0 pr ?? (superscr) Q? 15 ευαγγελισαμενος] σ sup ras Aa)

267
Ἐτέχθη σοι ἄρσεν, εὐφραινόμενος.

ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς [*](B) αἱ πόλεις ἃς κατέστρεψεν Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη, ἀκουσάτω κραυγῆς τὸ πραωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας·

ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας.

ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;