Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.

Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σίκερα,

Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.

διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος [*](8 οικησητε ℵ 36 al. 9 ενοικουντες] + εν αυταις MSS exc ℵ c.b 106. 11 ουαι οι πινοντες το πρωι τα σικερα και οι μεθυοντες το οψε 301. 13 διψος Β. 14 διαλειπειν ΑΓ (93vid) 109. λοιμοι] + και αγαλλιωμενος εν αυτη V (22) 36 (62 vid) al. 17 απειλημμ.] απηλειμμενων conj Schleusner. 18 αμαρτιας] + αυτων 22 pl. μακρω] ματαιω ? ζυγω 90 233. ιμαντα 62 al. ανομιας] + αυτων 22 pl. 19 ελθοι] ελθετω ℵQ pl ελθατω Β. om αγιου 87 97. om Ισπαηλ Α 106. 21 αυτων Β* αὑτ. Βa) 22 πιν. τον οινον Β. κεραυνυντες Α κεραννοντες N *B*. 24 καυθήσεται bis scr A *vid)

9
πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.

καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ εἷς τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα αὑτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὸ, ὅρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ’ ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται.

οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδε κοιμηθήσονται, οὐδ’ οὐ μὴ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν·

ὧν τὸ, βέλη ὀξεῖά ἐστιν καὶ τὸ. τόξα αὐτῶν ἐντεταμένα. οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα· ἐλογίσθησαν οἶ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς.

ὁρμῶσιν ὡς λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος· καὶ ἐπιλήμψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὃ ῥυόμενος.

καὶ βοήσεται δι’ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσσης κυμαι- νούσης· καὶ ἐμβλέψονται εἷς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.