Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

εἰ ἀναγγέλλουσιν, ἐγγισάτωσαν, ἴνα γνῶμεν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ’ τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὃ θεός, καὶ οὐκ [*](10 ωδινησεις] ωδινεις Β pl. 11 om και περι των θυγατερων μου Β pl. 13 δικαιοσυνης]+βασιλεα MSS cxc RC-bAQV 26. αυτος] ουτος MSS exc A 41. 14 χειροπεδιας+και διαβήσονται προς σε Β 22 pl. om ερουσιν ℵB αἱ est, et non est Deu: alius prader te Cyp (Test ii 6). om o 2 exc A. 15 om σωτηρ Β. 18 om αυτην ° B*. κατοικεισθαι]+ επλασεν αυτην Β pl. 19 εγω ειμι °]+Κυριος MSS exc Α 109 305. o λαλων ℵB al. 20 γλυμματα ℵ 62 147. σωζωσιν ℵΑ. 21 αναγγελουσιν ℵΒQ 31. 7 γνωμεν] γνωσιν MSS exc Α. τοτε] εκ τοτε 22 al οτε 49 ποτε ℵ quando Frag. Wirceb.)

74
ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ.

ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἶ ἀπ’ ἐσχάτου τῆς γῆς· ἐγώ εἶμι ὃ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ].

κατ᾿ ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἶ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ,

λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες αὐτούς·

ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται καὶ πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.