Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει Κύριος.

ἱερεῖς, λαλήσατε εἷς τὴν καρδίαν Ἰερουσαλήμ, παρακαλέσατε αὑτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδόν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν.

πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὅρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ, σκολιὰ εἷς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἷς ὁδοὺς λείας,

καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι Κύριος ἐλάλησεν.

Φωνὴ λέγοντος Βόησον. καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·

ἐξηράνθη ὃ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν, τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἷς τὸν αἰῶνα.

Ἐπ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὃ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοιδον. . .ιδοσαν] [*](4 ειδοσαν. . .ειδοσαν Β. 5 Ησαιας αυτω B. 6 om λεγει Κυριος ℵΒQ 22 al. ουδεν ου μη καταλιπωσιν ℵBQ al (-λειφθη 22 καταλειπωσιν ΑQaΓ. 7 εγεννησας] γεννησεις Β al. 8 προς Ησαια Β. om. B. XL I Κυριος] o θεος MSS exc A Κυρ. o θεος [47 306. 2 om ιερεις (22 48) 51. 4 τα σκολια] pr παντα ℵΒQ pl. οδους λειας] πεδια Β (πεδιαν ℵ*) 22 al. (7 in V 22 109 305 al.) 8 om ημων Q 198.)

63
βεῖσθε· εἶπόν ταῖς πόλεσιν Ἰούδα Ἰδοὺ ὃ θεὸς ὑμῶν.

Ἰδοὺ Κύριος μετὰ. ἰσχύος ἔρχεται, καὶ ὅ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὃ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ έν γαστρὶ ἐχούσας παρακαλέσει.

Τίς ἐμέτρησεν τῇ χειρὶ τὰ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὸ. ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;

τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν;

ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ,- ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; ἦ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;

εἰ πάντα τὰ ἔθνη ὧς σταγὼν ἀπὸ κάδου καὶ ὡς ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς λογισθήσονται;

ὁ δὲ Λίβανος οὔχ ἱκανὸς εἷς καῦσιν, καὶ πάντα τά. τετράποδα οὐχ ἱκανὰ εἷς ὁλοκάρπωσιν,

καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσιν, καὶ εἷς οὐθὲν ἐλογίσθησαν.

Τίνι ὡμοιώσατε Κύρων, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;

μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν αὐτόν;

ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὑτοῦ εἰκόνα, καὶ ἴνα μὴ σαλεύηται.

οὐ γνώσεσθε; οὒκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;