Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἶ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν· ἔστιν γὰρ πολλά, καὶ ἐφ’ ἵπποις, πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τᾶν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν.

καὶ αὐτὸς σοφὸς ἐπ’ αὐτοὺς κακά, καὶ ὃ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστή- σεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τήν ματαίαν,

Αἰγύπιον ἄνθρωπον, καὶ οὐ θεόν, ἵππων σάρκας, καὶ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.

ὅτι οὕτως εἶπέν μοι Κύριος Ὃν τρόπον ἐὰν λέων ἦ ὃ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ. ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὅρος τὸ Σιών, καὶ ἐπὶ τὰ ὄρη αὐτῆς.

ὡς ὄρνεα πετόμενα, οὕτως Κύριος ὑπὲρ Ἰερουσαλὴμ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει.

ἐπιστράφητε, οἶ τὴν βαθεῖαν βουλὴν βουλευσάμενοι καὶ ἄνομον.

ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνηθήσονται οἶ ἅνθρωποι τὰ χειροποίητα αὐτῶν τὸ, ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἅ ἐποίησαν αἱ χεῖρες αὐτῶν.

καὶ πεσεῖται Ἀσσούρ· οὗ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου διώκοντος· οἱ δὲ νεανίσκοι ἔσονται εἷς ἥττημα,

πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὃ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ.