Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καί εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.

καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ ἐπακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἷς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ

ᾗ εὐλόγησεν Κύριος σαβαὼθ λέγων Εὐλογημένος ὅ λαός μου ὃ ἐν Αἰγύπτῳ καὶ ὅ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.

[*](14 επλανησεν ℵ 36 al. 15 αρχην] pr και Β al. 17 χωραν Α* αν] say B pl. om Κυριου σαβαωθ MSS exc A. αυτην 2°] αυτους ℵ*Q αυτοις επ αυτην 239 306. 18 ομνυουσαι] ομνυντες Β ομνυοντες ℵ*(Γ) 87 301 al. ασεδεκ] ασεδ ηλιου ℵ* (ηλιου 106mg) ασε ἔξω ασεδ=ABBREV ABBREVv 1 ABBREVconj. F. C. Burkitt. 19 om το 1° MSS exc A. Αιγυπτου Q 24 41. 20 om Κυριος B al. 22 om μεγαλη Β pl. επακουσεται] σονται ℵ* εισακουσεται B(V) pl. 23 η οδος Β ο οδος ℵ (0 λαος 26 36). απο Αιγυπτου 22 al. 0111 οι ℵΒ pl. 24 εν τ. Αιγυπτ. κ. εν τ. Ασσυρ. BQ pl. 25 η °] ην MSS exc A 24. και η γη κληρονομια Β*.)
31