Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὅρος Σιών;

ἔσῌ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ· ἐπὶ τάδε, Ἀρνών, πλείονα

βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὸ. παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν· μὴ ἀχθῇς.

παροικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται γὰρ σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, συνετελέσθη ταλαιπωρία, καὶ ὃ ἅρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.

καὶ διορθωθήσεται μετὰ. ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυείδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

Ἠκούσαμεν τὴν ὕβριν [*](4 Ελεαλη] ελαλησεν ℵc.a, c.b AB abQ*al ελαλη 90*104* ελαλησεν Ελεαλη ℵ*. εως]+Ιασσα ℵ*Β (Q mg) pl. φωνη] κραυγη (22) 36 301 al. αυτης] αυτων Β pl. 5 εαυτη] αυτη BQ al. της] Λουειθ BQ mg της Λουειθ ℵV 22 pl txt A 24 26 49 106. συντριμμα]+και ταλαιπωρια 22 al. 6 ερημος εσται Β om ℵ* + και ξηρανθησεται 22 al. ο χορτος] pr πας 22 αἱ. 8 το ορος] το οριον οριου 22 αἱ) ℵΒQ pl om 93. 9 Ρεμμων ° °] Δειμων Β.) [*](XVI I αποστελω. . .γην] εξαποστειλον τον αμνον Κυριε τον εξουσιαστην της γης 106. ως]+α ℵ* ωσει 109 309. ορος]+θυγατρος ℵΒ της θυγ 22 62 70 al. 2 αφηρημ.]+εση Β al. 3 αχθης] απ αρχης ℵΑΒ a Q* 24 al απαχθης 41 306. 4 παροικησουσιν]+σοι ℵBQ pl. om γαρ MSS exc Α. om συνετελεσθη ταλαιπωρια MSS exc A 49 106. επι] απο Β καταπατων την γην 22 αἱ). 5 καθιειτε ΑΓ καθιεται ℵ*Β*.)

26
Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.

ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δέσεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ.

τὰ πεδία Ἑσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἕρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.

διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἑσεβὼν καὶ <Ἐλεαλή>, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.

καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ. ὑπολήνια. πέπαυται γάρ.

διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας.

καὶ ἔσται ὡς τὸ ἐντραπῆναί σε, ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ. χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὗ μὴ δύνηται ἐξελέσθαι αὐτόν.

τοῦτο τὸ ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν.

καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσΐν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.