Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τὸ ὅραμα τὸ κατὰ τῆς Μωαβίτιδος.

Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.

λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς, ἀπολεῖται γὰρ Δαιβηδών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι,

ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ [*](25 απο 1°] επι B pl εκ ℵ*. απο 20] επι B pl. 26 om της οικουμενης Β pl omnes gentes orbis terrae Tyconius 52. 27 χειρα]+αυτου Β pl. 28 o βασιλ. Αχαζ Β. 29 σφεων] οφεως ℵ*Β pl. εγγονα] εκγονα ℵΒQ pl. πεταμενοι Β. 30 πτωχοι 2°] πενητες 22 106 al. ανδρες] ανθρωπο(??) MSS exc ℵΑQ 26 41 106. 31 ολολυξατε Β. απο βορρα καπνος Β al. ειναι] μειναι 106 301 al μειναι εν τοις συντεταγμενοις αυτου 22 al.) [*](XV οραμα] ρημα ℵΒQ pl. 2 εαυτους Β. Δαιβηδων ℵ* Λαιβηδων(??) Α vid Λεβηδων Q Δηβων Β. ολολυξατε Β. κατατετετμημενοι Α. 3 om και εν ταις πλατειαις (-τιαις Α) αυτης ℵΒ*QV pl.)

25
ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὑτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.

ὅτι κέκραγεν Ἑσεβὼν καὶ <Ἐλεαλή>, ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

δὴ καρδία τῆς Μωαβίτιδος ἐν ἑαυτῇ ἕως Σήγωρ· δάμαλις γὰρ ἐστὶν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀδωνίειμ· βοᾷ σύντριμμα καὶ σεισμός,

τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὃ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.

μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν.

συνῆψεν γὰρ ἡ τὸ ὅρος τῆς Μωαβίτιδος τῆς Ἀγαλλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.

τὸ δὲ ὕδωρ τό ῾Ρεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ ῾Ρεμμὼν Ἄραβας, καὶ ἀρῶ τό σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τό κατάλοιπον Ἀδαμά.