Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν,

ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἷς ἁρπαγήν, καὶ ὀρφανὸν εἷς προνομήν.

καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ ἐπισκοπῆς ; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν,

τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.

Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐν ταῖς χερσὶν αὐτῶν.

τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστέλλω, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἷς κονιορτόν.

αὐτὸς δὲ οὐχ οὕτως [*](16 καταπινωσιν Β al. 17 νεανισκους] αυτων ΜSS exc A. o θεος] o κυριος Β κυριος 97 al. 19 συγκαυθησεται] συγκεκαυται MSS exc A 144. 20 εσθω Α* (-θων Α 1). om του αδελφου MSS exc A 26 Χ 2 om και ° 1° pl et rapientes Lucifer. κριματα ℵQ 22 106 301 3 om εν ℵ*B 48 al. της επισκοπης MSS exc A. 4 απαγωγην BQ 22 93 pl. om και υποκ. ανηρημ. πεσουνται ΒQ* (24? 41?) 40. πασι τουτοις ℵB pl. ο θυμος] + αυτου 36 al η οργη B. 5 οργης] η οργη BV 41 + εστιν MSS exc A. 6 αποστελω ℵ c.b BQ pl αποστρεψω ℵ* αποστελλω Α). om του Β (41? 109?))

17
ἐνεθυμήθη, καὶ πῆ ψυχῇ οὔχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὃ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολεθρεῦσαι ἔθνη οὐκ ὀλίγα.

καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἅρχων,

καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννή, οὗ ὃ πύργος ᾠκοδομήθη ; καὶ ἔλαβον Ἀραβείαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·

ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς χώρας λήμψομαι. ὀλολύξατε, τὸ, γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ·

ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις <αὐτῆς,> οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.

Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν έν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

εἶπεν γὰρ Τῇ ἰσχύι ποιήσω, καὶ <τῆ σοφίᾳ. τῆς συνέσεως> ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν προνομεύσω·

καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελιμμένα ὠᾶ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.

Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος έν αὐτῇ; ἦ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὔχ οὕτως;

ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἷς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἷς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται·

καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸ έν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην.

τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὸ, ὅρη καὶ οἶ δρυμοὶ καὶ οἶ βουνοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὅ φεύγων ὡς ὅ φεύγων ἀπὸ φλογὸς καιομένης·

καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον γράψει αὐτούς.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ οὐκέτι [*](7 o νους αυτου] του αφανισαι 22 48 al. om και του ℵ (om και 49). εθνη εξολοθρευσαι ℵΒ 22 al om εθνη 87 al. 10 om εν τη χειρι μου BQ pl χωρας] αρχας BQ mg al πολεις 301. 11 αυτης °] αυτοις Α 93. και εν Ιερ. ℵ 26 al εν Ιερ. Q. om και τοις ειδωλοις αυτης Q txt 301. 12 om εν 2 ℵB al. επαξει] + κυριος ℵQ al pr και 87 al επισκεψομαι 22 *vid Ed Rom επισκεψεται 62 90 al. τον αρχοντα] pr επι Β pl. 13 τη ισχυι pr εν Β pl. εν τη σοφια Β. τησυνεσεως της σοφιας Α. 14 om μου ℵBQ al. με] μοι Α. αντ. μοι] ανοιγων το στομα και στρουθιζων 22 al. 15 ωσαυτως εαν] ως αν Β. 17 εις πυρ ℵBQ pl ibi ignis Tyconius 48. 18 βουνοι και οι δρυμοι MSS exc A. 19 παιδιον] μικρον 22 24 pl.)

18
προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ᾿ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.