Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Nεφιθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλειλαία τῶν ἐθνῶν.

ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ σκιᾷ θανάτου, φῶς λάμψει ἐφʼ ὑμᾶς.

τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.

διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπʼ αὐτῶν κείμενος. καὶ ἡ ῤάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.

ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι.

ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· [*](U+05D0AQΓ) [*](21 κακως ερειτε τον αρχοντα και τα πατρια] αʼθʼ κατορα εστ, εν τω βασιλει αυτου ӄ εν τοις θεσις αυτου Qᵐᵍ τα πατρια] σʼ πατραρχα ειδωλα Qᵐᵍ 22 και 1⁰] και U+05D0ᵛⁱᵈ απορια..στενοχωρια (1⁰)] απορια στενη θλιψις και στενοχ. U+05D0 θλιψις και στενοχ. και σκοτος ( + και Q) απορια στενη AQΓ εν] ος ε U+05D0* ο εν τη U+05D0c.a om ων A IX 1 πιε] ποιει Qᵐᵍ (postea ras) om Γ* (hab πιε pro ποiει F?ᵐᵍ) Νεφθαλiμ U+05D0 Nεφθαλι Q + οδον θαλασσης U+05D0c.a AQ (ad- not τινες ουκ εχουσιν οδο θαλ. αʼθʼ οδ. της θαλ. Qᵐᵍ οι λοιποι] οι καταλοι- ποι U+05D0c.a (κατα rurs ras) om οι Γ παραλιαν ( λιον U+05D0Α)] + κατοικουντες U+05D0c.a AQ Γαλιλαια BᵇQ (. λεα) AQΓ εθνων] + τα μερη της Ιουδαιας B? U+05D0 ( δεας) AQ (adnot εν αλιοις ουκ εστι τα μερη της Ιουδ. mᵍ) 2 πορευομενος] καθημενος A ιδετε] ειδετε U+05D0* (.ται U+05D0c. ᵇ) Γ ειδεν U+05D0c σκια] pr και U+05D0c.a AQΓ 3 πλειστον] θʼ πληθος Qᵐᵍ κατηγαγες] οι λοιποι ουκ εμεγαλυνας Qᵐᵍ ον τροπον] + ευφραινονται U+05D0A 4 αφηρηται] αφαιρεθησεται AQ* (αφηρ. Qᵐᵍ ουτων 1⁰] αυτω Q απαιτουντων] απετ, U+05D0* απειθ. U+05D0c.a (απαιτ. U+05D0c.b ) διεσκε- δασεν] + κς U+05D0AQ τη ημερα] pr εν Γ 5 εγενοντο] εγενηθησαν U+05D0ΑQ (εγενοντο Qᵐᵍ) Γ 6 οτι...υγιειαν αυτω] [αʼ] οτι παιδιον εγεννηθη ημι υς εδοθη ημίι ӄ εγενετο το μετρον επ ωμου αυτου ӄ εκαλεσεν ονομα αυτου θαυ- μαστος συμβουλος ισχυρος δυνατος πηρ ετι αρχων ειρηνης σʼ νεανιας γαρ εγεν- νηθη ημιν υιος εδοθη ημιν ӄ εσται η παιδεια επι του ωμου αυτου ӄ κληθησεται ονομα αυτου παραδοξασμος βουλευτικος ισχ. δυν. πηρ αιωνος αρχων ειρηνης θʼ .θαυμασιως βουλευων ισχ. δυν. πηρ αρχ. ειρηνης Qᵐᵍ εγεννηθη] εγενηθη AQ* (εγενν.Qᵃnisi post ημιν 1⁰] υμν Q* (ημ. Qᵃ(vid) υιος] και U+05D0ΑQΓ ημιν 2⁰] υμιν U+05D0* (ημ. U+05D0c.a c.b) A om εγενηθη Γ καλειται ( τε B*U+05D0*)] κα- λεσει A μεγαλη U+05D0* ( λης U+05D01 et kpostea) αγγελος] +θαυμαστος σ υμβουλος· θς)

117
ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ.

μεγάλη [*](Β) ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Θάνατον ἀπέστειλευ Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.

καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφράιμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες 10 ΙΙλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σειὼν ἐπʼ αὐτόν, καὶ τοὺς ἐχθροὺς διασκεδάσει,

Συρίαν ἀφʼ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφʼ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.

καὶ ὁ λαὸς οὐκ ἐπεστράφη ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐζήτησαν.

Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρέσβυτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή,

καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά.

καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιυ ὅπως καταπίνωσιν αὐτούς.

διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν [*](ισχυρος εξουσιαστης αρχων ιρηνης πηρ του μελλοντος αιωνος U+05D0c.ᵃ + θαυμ. U+05D0AQΓ συμβ. ισχ. εξουσ. αρχων ειρ. πη ρ τ. μ. αιωνος A αξω γαρ]| εγω γαρ αξω U+05D0AQΓ αρχοντας] + ειρηνην U+05D0c.b AQ υγειαν] υγιαν B*U+05D0*ΑQ*Γ υγιειαν BᵇU+05D0c.b (υγειαν Qᵃ) 7 μεγαλη η αρχη αυτου] θʼ τω πληθυνειν την παιδειαν σʼ επληθυνθη παιδεια α’ πολιης τω μετρω Qᵐᵍ η αρχη] om η U+05D0* (hab U+05D0c.a οριον] θ᾿σʼ περας α’ τελος Qᵐᵍ την βασ.] pr επι Γ αντιλαβε- σθαι] + αυτης U+05D0c.(?a) (rurs ras) AQ (θʼ αντιλ. αυτης Qᵐᵍ) εν δικαιοσυνη κ. εν κριματι U+05D0AQΓ εις τον αιωνα] εως του αιωνος U+05D0Γ α’ εως αιωνος Qᵐᵍ αιωνα] +χρονον AQ 8 θανατον] λογον Q* (θαν. U+05D0c.a a,c. c.ᵇ) Γ οι λοιποι λογο α’ ρημα Qᵐᵍ 9 Εηφρεμ U+05D0 καθημενοι] ενκαθ. U+05D0c.aΓ εγκαθ. AQ Σαμαρια U+05D0Q* εφ] εν U+05D0Γ υψηλη (υψη Q*)] pr εν Γ 10 κοψωμεν] εκκοψομεν εκκοψωμεν A (με A* μεν A¹) Γ om κεδρους και U+05D0* (hab U+05D0c.a) κεδρον Γ ωκοδομ. A 11 επανιστανομενους U+05D0* (επανισταμ. U+05D0c) A + επι Ιλμ U+05D0* (postea ras) επι] επ U+05D0AQΓ ορους A Σιων BᵇU+05D0AQΓ αυτον] αυτους U+05D0* (-τον U+05D0c postea revoc τους) A εχθρους] + ουτων U+05D0A ?? αʼθ σʼ αυτου Qᵐᵍ 12 στοματι] + ουτων U+05D0 πασι τουτοις Γ 13 επεστραφη] απε- στοαφη U+05D0AQΓ τον κυριον] ?? θ᾿σʼ των δυναμεων Qᵐᵍ εζητησαν] εξεζη- τησαν U+05D0c.b AQ 14 αφειλεν] θʼ αηφελει Qᵐᵍ μεγαν] με rescr U+05D0¹ (fort pro συραν scr ουρανον U+05D0*) αυτη η αρχη] οι λοιποι αυτος κεφαλη Qᵐᵍ 16 πλανωσιν] πλανεσειν U+05D0* (νωσιν U+05D0c.a c.b) καταπιωσιν U+05D0? AQΓ 17 νεανι- κους U+05D0* (νεανισκ. U+05D01) om ουτων 1⁰ A)

118
[*](B) οὐκ εὐφρανθήσεται ὁ κύριος, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.

Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συνκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα·

διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος.¶ [*](¶ Γ) ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει,

ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ.

φάγεται γὰρ Μανασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μανασσή, ὅτι ἄμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.