Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.

ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ ἀλλʼ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.

ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν,

ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια, οἱ ἔσθοντες κρέας ὕειον καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν, [*](6 ρακκος U+05D0c | εξερρυημεν Bᵃ? ᵇ | φυλλα] + α΄θ΄ ?? παντες ημεις Qᵐᵍ U+05D0AQ 7 σου 1°] σ sup ras Aᵃ | αντιλαβεσθαι] αντελαβετο U+05D0* (αντιλαβεσθαι U+05D0c.a, c.b) | α τας αμαρτιας sup ras B?vid 8 πηλος] + α΄ θ΄ ?? ӄ συ πλαστης ημων Qmg | εργον AQ | των χειρων] om των U+05D0* (hab U+05D0c.b) | om ημεις 2° U+05D0AQ 9 ημιν] + οι γ΄ ?? πιπι εως Qmg | μησθης B* (μν. Bᵃᵇ) 10 Σιων BᵇAQ 11 ημων 1⁰] μων B* (ημ. Bab) | ηυλογησαν AQ* (ευλ. Q¹ (vid)) | ενδοξα] pr τα U+05D0AQ | om ημων 3° AQ | συνεπεσεν U+05D0AQ 12 Κυριε] πιπι Qmg | σφοδρα] pr θ΄ ?? εως Qmg LXV 1 εγενηθην] εγενομην U+05D0* (εγενηθ. U+05D0c.a postea rurs εγενομ.) A | επερωτωσιν] ζητουσιν U+05D0AQ | ζητουσιν] επερωτωσιν U+05D0AQ | ειπα ιδου] ειπον ιδ. (ν ι sup ras U+05D0¹) U+05D0 | ειμι] + θ΄ ?? ιδου ειμι Qmg | οι] οιτινες A | το ονομα μου AQ 2 [η]μεραν... πορευομενοις] pr obel Bᵃ (non inst Bᵇ) | και αντιλ. sub ?? Q | τοις πορευομενοις] οι ουκ επορευθησαν U+05D0c.a, c.b AQ* (τοις πορ. Qmg | οδω ου καλη] οδω ουκ αληθη U+05D0* εν οδω καλη U+05D0c.a οδω ουκ αληθεινη U+05D0 c.b οδω αληθινη AQ* (-θεινη Qa) οι γ΄ ?? οδω ουκ αγαθη Qᵐᵍ 3 λααος U+05D0* (λαος U+05D0iam 1 (vid)) | εμου] μου U+05D0* (εμου U+05D0c.b) | om δια παντος U+05D0* (hab U+05D0ante c.b) | θυσιαζουσιν] θυμιαζουσιν A | τοις κηποις] om τοις U+05D0* (hab U+05D0c.b) θυμιουσιν U+05D0 | επι] εν U+05D0 | εστιν] εσται A 4 εν 1°] pr και U+05D0AQ | δια] δι AQ | οι εσθοντες] pr και U+05D0c.a | κρεας υειον] κρεα υεια U+05D0 κρεα υια A κρεα υιο| Q* (κρεας υειο| Q1(vid)) | θυσιων sub ?? Q)

218
[*](B)

οἱ λέγοντες Πόρρω ἀπʼ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.

ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν

τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.

Οὕτως λέγει Κύριος Ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι, καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.

καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ.

καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με.

ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,

ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε·

ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε.

καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, [*](U+05D0AQ)[*](5 μοι] μου AQ* | καιετε BU+05D0* (-ται U+05D0c.b) | εν] ε U+05D0* (εν U+05D0c.a) | εν αυτω sub ?? Q 6 ενωπιον] εναντιον U+05D0* (ενωπ. U+05D0c mox rurs εναντ.) μου] εμου Q | ου] + μη U+05D0* (improb postea revoc U+05D0?) σιωπησω (-πισω U+05D0* -πησω U+05D0c.a, c.b) ] σιωπησομαι A | αποδωσω] αποθω (αποδωσω Qmg) και ανταποδωσω U+05D0Q (α΄σ΄ ?? και ανταποδωσω Qmg) αποδω A 7 αυτων 2⁰] + θ΄ ?? επι το αυτο Qmg αποδω B* (-δωσω Bᵃᵇ) εις] επι U+05D0 8 ουτως (-τω U+05D0)] pr ?? οτι Qmg λυμηνητε U+05D0* (ται U+05D0c.b ) ευλογια] + κυ U+05D0c.a (vid) (rurs extinx) A | εστιν sub ?? Q εν αυτω εστιν Q 9 |Ιακωβ B* Ι|ακωβ B? | εξ 2⁰] pr το U+05D0AQ | και 3⁰] ος U+05D0 (και U+05D0c.a, c.b) | κληρονομησουσει U+05D0c.a ( μησει repos U+05D0c.b) | om και 6⁰ A 10 επαυλις U+05D0* Q* (-λεις U+05D0c.b Q1vid) 11 ενκαταλιποντες U+05D0 εγκαταλειποντες A | αγιον] ο rescr vid B? | om και 2⁰ U+05D0* (hab U+05D0c.b ) | δαιμονιω] δαιμονι U+05D0 (δεμ. U+05D0* δαιμ. U+05D0c.a, c.b ) Q 12 παντες] pr και U+05D0* (improb postea revoc U+05D0?) | om εν U+05D0 | πεισεσθε Q* (πεσεισθε Qᵃ) | ποιησατε U+05D0? (επ. U+05D0c.a) εμου] μου U+05D0* (εμ. U+05D0iam 1) ηβουλομην U+05D0 13 Κυριος] + σ΄θ΄ ?? κς Qᵐᵍ διψησετε] διψησεσθαι U+05D0* (-σεται c.b) A 14 ευφροσυνη] + οι γ΄ ?? καρδιας Qmg καρδιας] +υμων U+05D0AQ | om υμων U+05D0AQ | ολολυζετε U+05D0* (-ξετε U+05D0c.a, c.b) 15 κατελιψετε (sic) U+05D0c.a, c.b κατελειψατε Q | υμων] pr του)

219
ὑμᾶς δὲ ἀνελεῖ Κύριος. τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα [*](B) καινόν,

ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. ἐπιλήσονται γὰρ τὴν θλίψιν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.

Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ᾿ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,

ἀλλʼ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην.

καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς,

οὐδʼ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. ²¹καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φᾶγονται τὰ γενήματα αὐτῶν· ²²οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται. κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.