Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Διὰ Σειὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.

καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό.

καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου.

καὶ οὐκέτι κληθήσῃ Καταλελιμμένη, καὶ [*](4 πολις U+05D0*Q* (-λεις U+05D0c.a Q¹⁽vⁱᵈ) | ερημους 2⁰] αιωνιους U+05D0 (εων. U+05D0* αιων. U+05D0AQ U+05D0c.ᵃ) ερημους και αιων. U+05D0c.a | εξηρημωμενας 2⁰] εξερηιμενας U+05D0 εξερημωμενας A 5 σου τα προβατα και U+05D0 (α, βατα κ sup ras U+05D01 το προσωπον U+05D0* ᵛiᵈ) 6 ιερις U+05D0* (-ρεις U+05D0c.b) | λειτουργι]] pr και A | θεου] + υμων U+05D0* (improb mox revoc U+05D0?) + οι γ΄ ?? υμων ρηθησεται υμιν Qmg | ισχυς A και] καν U+05D0* |εν] επι A 7 ουτως] pr θ΄ ?? αντι της αι| σχυνης υμω| διπλας κ εν| τροπης αγαλ| λιασονται με| ρις αυτων Qmg | εκ δευτερας κληρονομησουσι (-μησου U+05D0* -μησουσιν U+05D0c.ᵃA) την γην U+05D0AQ | αιωνιας U+05D0* (-νιος U+05D0¹) 8 om και 3⁰ U+05D0 (hab U+05D0c.a) 9 γνωσθησεται (γνωθ. U+05D0* γνωσθ. Bᵃᵇ)] γνωσθησεσθαι U+05D0* (-θησεται U+05D0c.ᵇ) | σπερμα] σπερ inprob postea restit U+05D0?] | εκγονα] εγγρνα U+05D0 | om εν μεσω των λαων U+05D0? (posteu repos) AQ* (hab ?? εμμεσω τ. λαων Qmg | ηυλογημενον B* ᵇAQ] ευλσγ. BᵃU+05D0Qᵃ 10 και ευφροσυνη… επι τω κυριω] α΄ χαιρων χαρησομαι εν κω αγαλλιασεται η ψυχη μου εν θω μου θ΄σ΄ αγαλλιασει αγαλλιασομαι εν θω ευφρα| θησεται η ψυχη μου εν τω θω μου Qmg | ευφροσυνη] ευφροσυνην U+05D0 pr εν A | ως νυμφιω περιεθηκεν μοι U+05D0AQ 11 το ανθος] om το U+05D0* (hab U+05D0c.b) κηπον AQ | αυτου] + σ΄ ?? ανατελει Qmg |om κυριος U+05D0AQ* (hab Qmg) LXII 1 Σιων BᵇU+05D0AQ (item 11) | σιωπησωμαι U+05D0*c.b (-σομαι U+05D0c.ᵃ) | Ιελημ U+05D0 | εως] ως Q* (εως Q¹(vid) | αυτης] μου U+05D0AQ* (οι γ΄ αυτης Qmg) | μου] αυτης Qᵐᵍ 2 βασιλεις] pr α΄σ΄ ?? παντες Qmg | ονομα] + σου U+05D0AQ | αυτον U+05D0 3 βασιλιας Q* | θεου] κυ U+05D0* (θυ U+05D01) 4 κλη- θηση] κληρονομηθηση U+05D0* (κληθ. |κληρθ. Tisch] U+05D0iam 1) καταλελειμμ. Bᵃᵇ)

214
[*](B) ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησεν Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται.

καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἰερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.

οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.

ὤμοσεν Κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματα τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφʼ ᾧ ἐμόχθησας·

ἀλλ᾿ οἱ συναγαγόντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου.

πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.

ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς εἴπατε τῇ θυγατρὶ Σειών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.

καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου, σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ Οὐκ ἐγκαταλελιμμένη.