Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;

ὅτι δι᾿ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν [*](U+05D0AOQ) [*](14 om και ανεγνω... υριου (1°) U+05D0c.b (postea revoc) AQ θ΄σ΄ ?? κ ανεγνω ...κυ Qmg | ανεγνοι U+05D0* (-γνω U+05D0c.a) | αυτο 2⁰] +α΄θ΄σ΄ ?? Εζεκιας Qᵐᵍ | Κυριου 2⁰] pr του U+05D0* (improb U+05D0c.b) | 15 και 1⁰] pr προσευχη| Εζ[εκιου] βασιλεως τη[ς Ιου]δαιας O | προσηυξατο Bᵃᵇ U+05D0AO Κυριον] pr τον U+05D0 16 Κυριος] κε U+05D0AOQ ο θεος (1⁰)] om ο U+05D0* (superscr ο U+05D0¹?) | Ισραηλ] Ιηλ (prius ut vid Ισλ) U+05D0 | ο καθημενος] om ο Ovid χερουβιμ Bᵇ -βειμ AOQ | ει ο θεος μονος] θς μονος ει U+05D0AQ θ[ς (?) ει μο]νος Oᵛⁱᵈ βασιλειας] της βασιλιας (-λειας Qᵃ) 17 om κλινον Κ. το ους σου U+05D0AQ* (?? κλινον...σου και Qmg) | κλινον] [ανοι]ξον Oᵛⁱᵈ Κυριε 2⁰] κς Bᵛⁱᵈ om ανοιξον Κ. τ. οφθ. σου U+05D0AQ* (?? ανοιξον...σου Qmᵍ) ιδε] + κ ακουσον συν παντας (? συνπ.) Qmᵍ ους απεστ. Σενναχηρειμ (-χηρ|ειμ U+05D0* -χη|ρειμ U+05D0 c.ᵇ) U+05D0AOQ | ονιζειν U+05D0 18 αληθιας U+05D0 | γαρ] + κε Qmg ηρημωσαν] ηρημων (η 1⁰ superscr) U+05D01(vid) (-μωσαν U+05D0c) + κε O(?mg) | την χωραν αυτων] το πληρωμα αυτης Q* (την χ. αυτων Qᵐᵍ) 19 απωσαντο] απωλεσαν U+05D0AOQ 20 νυν] συ U+05D0AQ* (νυν Qmg) | Κυριε] κς A ο θεος 1⁰] ras aliq in ς B? (θε B*fort) αυτου] αυτων U+05D0c.bAQ (hiat O) | βασιλια U+05D0* (-λεια U+05D0c.b) της γης] την γην U+05D0* (της γης U+05D0c.a, c.b) | συ ει] σοι U+05D0* (συ ει U+05D0c.a, b.b) ο θεος 2⁰] om ο U+05D0* (hab U+05D0c.a, c.ᵇ) A 21 ηκουσα sup ?? Q | προσηυξω (-ξου U+05D0* -ξω U+05D0c.ᵇ)] προσευξω O | Σενναχηρειμ (ομοιως οι γ΄ Qᵐᵍ)] Σενναχηριμ U+05D0 Σενναχηρειβ Qᵐᵍ 22 ελαλσεν B* (ελαλησεν Bᵃᵇ) | Σιων BᵇAOQ 23 τινα] pr α΄ ?? τον Qmg | ante και 2⁰ ras aliq U+05D0? | ουκ| ηρ. B* ου|κ ηρ. B? | προς 2⁰] εις U+05D0AQ | Ισραηλ] Ιηλ U+05D01 vel certe a.b 24 Κυριον] pr το O | τω πληθει] pr εν O)

169
ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, [*](B) καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ,

καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.

οὐ ταῦτα ἤκουσα πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς·

ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.

νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·

ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλιμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.

καὶ ἔσονται οἱ καταλελιμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.

ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἱ καταλελιμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σειών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα·

ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει Κύριος

Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν παῖδά μου.

Καὶ ἐξῆλθεν ἄγγελος [*](24 αρματων] + μου OQ ορεων] pr των U+05D0* (improb U+05D0c.b dein revoc) τα U+05D0AOQ εσχατα] om τα Oᵛⁱᵈ | κεδου U+05D0* (κεδρ. U+05D01 vel a.b) 25— 28, 30— 33 valde mutila in 26 ηκουσας U+05D0c.a, c.b AQ αρχαιων ημερων U+05D0AQvidQ | συνε- ταξα] + γαρ U+05D0* (improb U+05D0c.a, c.b) εξερημωσαι] εξερημωσα (-σαι U+05D0c.b) ερη- μωσαι Q* (εξερ. Qa) οχυροις] εχυροις Qa οικουντας] ενοικουντας U+05D0AOQ | οχυραις] εχυραις Qᵃ 27 χορτος] pr α΄ χλοη χωρας θ΄σ΄ χορτος αγρου Qᵐᵍ ξηρος] χλωρος A | αγρωτις U+05D0* (-στις U+05D0c) 29 εθυμωθης] ενεθυμηθης U+05D0OQ ενβαλω U+05D0 | ρειναν B* (ρινα Bᵇ) ριναν U+05D0 | εις 2⁰] επι Q | τη οδω] pr εν O 30 συ U+05D0* (σοι U+05D0c.ᵇ) σημειον] + παρα κῡ U+05D0* (improb U+05D0? postea restit) | φαγη Q | εσπρακας U+05D0* (εσπαρκ. U+05D0¹ vel a.b) | τω δε (1⁰)] και τω A καταλειμμα Bᵃᵇ AO | αμησητε A 31 καταλελειμμ. BᵃᵇU+05D0AOQᵃ Ιουδεα U+05D0 32 εσον- ται] εξελευσονται A | καταλελειμμ. Bᵃᵇ A (? O) Qᵃ εξ 2⁰] επ A | ορου U+05D0* (ορους U+05D01 vel a.b) | Σιων U+05D0AOQ 33 βασιλεασσυριων A | ουδε 2⁰] ουδ ου O | επιβαλη] βαλη AQ | θυρειον O | ουδε 3⁰] ουδ ου A | κυκλωσει A | χαρακαλλα B pr ι U+05D0* (improb U+05D0iam 1) 34 om και εις την πολιν τ. ου μη εισελθη U+05D0AOQ (θ΄ ?? κ εις ...εισελθη Qmg) εισ|ελθη B* ει|σελθ. B? 35 εμεν U+05D0*)

170
[*](B) Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά.

καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή.

καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.