Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τήν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν, ἀνελεῖ τὸν δράκοντα.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατʼ αὐτῆς.

ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ [*](U+05D0AQΓ) [*](14 αναστησουσιν] αναστησονται U+05D0*vid αναστησωσιν U+05D0¹ (ωσιν sup ras) Q | ηρας BᵃᵇU+05D0c.a,c.bAQΓ | παν αρσεν] σ΄ πασον την μνημην Qmg 15 Κυριε] κς U+05D0* fort | προσθες 2°] προσθησει U+05D0* (προσθες U+05D0c.a,c.b) | τοις ενδοξοις] pr πασιν U+05D0AQΓ (-σι) + ?? εμακρυνας παντα τα περατα Qᵐᵍ 16 παιδια] παι α U+05D0* (παιδια U+05D0c.a) παιδεια QaΓ | ημιν] pr ευενηθη U+05D0* (improb) U+05D0c.a,c.b) 17 τελειν] pr του U+05D0c.a AQ (ins ?? et superscr. α΄ Q?) Γ | επι] pr και U+05D0AQΓ 18 δια] δα U+05D0* (δια U+05D0¹(vid) | γατρι U+05D0* (γαστρι U+05D0c.a) | om σου 2° Q | αλλα] pr ου πεσου- μεθα U+05D0c.a (rurs ras) Q?mg pr ου πεσ. ημεις Γ | πεσουται U+05D0* (-νται U+05D0c.a) | om παντες U+05D0AQΓ 19 αναστησονται] + γαρ A | νεκροι] + ?? σου Qmg | οι εν τη γη] om οι Γ* (superscr Γ1(vid)) 20 λαος] pr ο A | ταμεια (- μια U+05D0*)] ταμιεια U+05D0cAQ | θιρα A* (-ραν A¹) 21 απυ] οι γ΄ ομοιως Qmg | επαγει ...γης] σ΄ επισκεψασθαι την ανομιαν των κατοικουντων την γην Qmg | οργην] + αυτου U+05D0Γ | ενοικουντας | κατοικουντας ?? | αιμα] στομα A | κατακαλιψ ει] +η γη A | τους (του U+05D0* U+05D0c.b(vid)) ανηρημ.] + επ αυτης U+05D0* (improb U+05D0c.a,c.b) XXVII 1 ο θεος] κς U+05D0* (ο θς (sic) U+05D0c.b) | την μεγ.] om την Q* (hab Qmg) | επι τον δρακοντα (1°)...τον δρακοντα (3°)] α΄ επι λευιαθαν οφιν μοχλον επι λευιαθαν οφιν ενεσκιρμωμενον ӄ αποκτενει συν το κρητος εν θαλασση σ΄ κατα λευιαθα του οφεως του συγλλειοντος ӄ κατα [λευιαθαν mg] του οφεως του σκολιοι ӄ απολτενει το δρακοντα το εν τη θαλασση Qmg | ανελει] pr και U+05D0AQΓ | δρακοντα 3°] + τον εν τη θαλασση U+05D0 et (pr ??) Qmg 2 τη ημερα εκ. c antecedd coniung Γ | κατ αυτης c seqq coniung U+05D0 | αυτης] αυτους U+05D0c.a (revoc -της U+05D0c.b fort?) ατου Q? 3 οχρα] ισχυρα U+05D0AQ* (οχ. Qmg) | αυτην] αυτους A*vid (-την Aᵃ?))

147
νυκτός, ἡμέρας δὲ πεσεῖται τεῖχος.

τοὐκ ἔστιν ἣ οὐκ ἐπεάβετο [*](B) αὐτὴς· τίς με θησει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίιν ταύτην ἠθέτηκα αὐτὴν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος πάντα ὅσα συνέταξεν. κατακέκαυμαι,

βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εὶρήνην.

οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτοὺς· οὐ σὺ ἧσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;

διὰ τοῦτο ἀφαιρεθήσεται ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν· καὶ οὐ μή μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

καὶ μετὰ χρονον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ θεὸς ἀπὸ τῆς διὼρυχος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ.

Καὶ ἔστι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἄγιον Ἰερουσαλήμ.