Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ἄσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας [*](B) Ἰδσὺ πόλις ἰσχυρά, καὶ σωτήριον θήσει τὸ τεῖχος καὶ περίτειχος.

ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν,

ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἐλπίδι

ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος,

ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἔν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους,

ταὶ πατήσουσιν αὐτοὺς πόδες πρᾳέων καὶ ταπεινῶν.

ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρεσκευασμένη.

ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνεία

ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν. ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

πέπαυται γὰρ ὁ ἀσεβής· πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

Κύριε. ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.

Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμίν.

κτῆσαι ἡμᾶς, Κύριε· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.

οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ [*](XXVI 1 τη ημερα] pr ωδη A ασονται.. ισχυρα] α΄ ασθησεται το ασμα U+05D0AQΓ τουτο εν γη Ιουδα πολιν κρατους αυτου Qᵐᵍ της Ιουδ.] Ιουδα U+05D0AQΓ ᵛⁱᵈ (Ιουδ..) ιδου] pr λεγοντες ᵇAQ ισχυρα] οχυρα U+05D0AQΓ σωτηριον] + ημιν U+05D0*A (ημι ¦ sic) QΓ + ημων U+05D0c.b το τειχος] om το U+05D0AQΓ 2 εισελθατω U+05D0AΓ (-το) αληθιαν Q* 3 αληθιας U+05D0Q* 3—4 [φυλασ]σων... ο μεγας] pr + Bᵃ (non inst Bᵇ) 3 ειρηνην] α΄ θ΄ ?? ειρηνην Qᵐᵍ om ελπιδι U+05D0AQ hab θ΄ ελπιδι Qᵐᵍ) Γ 4 ηλπισα A? (-σαν A*ᵛⁱᵈ) ηλπισαμεν Q | εως] ως U+05D0 5 του ενοικ. Γ* (τους ενοικ. Γ¹) πολις U+05D0* (λεις U+05D0c) Q* | καταξεις] + αυτας A εδαφους] pr του A 6 αυτους] αυτας U+05D0c.ᵇ ⁽ᵛⁱᵈ) Aᵃ Q (-τους Qmg) + εως χωματος Qmg πραδεων U+05D0* (πραεων) U+05D0? ταπεινων] + βηματα θ΄ πενη- των Qmg 7 και παρεσκευασμενη (παρασκ. U+05D0*Γ) η οδος των ευσεβων (ασ. U+05D0*) U+05D01⁽ᵛⁱᵈ⁾AQΓ 8 το ονοματι Γ om σου A? 9 επεθυμει U+05D0 (-μι U+05D0* -μει U+05D0c.ᵇ) | εκ νυκτος] pr ευχ[η] B? pr ωδη A pr προσευχη Qmg μαθετε] + ποιειν Γ 10 om πας ος U+05D0c et postea AQ ου μη μαθη] θ΄σ΄ ουκ εμαθε α΄ ου μη ιαθη: ου μην εμαθε Qmg αληθιαν B* (-θειαν Bᵃᵇ) U+05D0Q* μη 2⁰] μο incep U+05D0* (μη U+05D0¹) | ποι- ηση U+05D0AQ ειδη B* (ιδ. Bᵇ) U+05D0QΓ 11 ηδεισαν] ειδησαν Γ | γνωντες Γ | αι- σχυνθησονται] αισχυνθητωσαν (εσχ.) U+05D0* (εσχυνθησ. U+05D0c.a αισχυνθησ.U+05D0c. ᵇ) Γ σ΄θ΄ αισχυ| θητωσαν α΄ αισχυ| θειησα Qᵐg ληψεται Qᵃ Γ λαον] λαος A* (improb ς A?) 12 ειρηνην δος] θ΄ θησεις ειρηνην Qmg | γαρ] + ?? τα εργα ημω Qᵐᵍ απεδοκας Γ 13 κτησαι] pr κε ο θς ημων Bᵃᵇ ᵐᵍ AQΓ 14 οι δε ...αναστησουσιν] α΄ αποθνησκοντες ου μη ζησωσιν ραφαι] θ΄ ου μη αναστωσι (sic: fort leg ου μη αναστ. θ΄) οι νεκροι ου μη ζωοποιησωσι| ...οι λοιποι ομοιως τοις ο΄ Qᵐᵍ ειδωσειν U+05D0* (-σιν U+05D0c. ᵇ) ιατροι] pr οι Q)

146
[*](B) μὴ ἀναστήσουσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἧρεςς πᾶν ἄρσεν αὐτῶν.

πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.

Κύριε, ὲν θλίψει ἐμνήσθην σου, ἐν θλίψει μικρᾷ ἡ παιδία σου ήμῖν.

καὶ ὡς ἡ ὠδίνουσαα ἐγγίζει τεκεῖν, ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.

διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιησαμεν ἐπὶ τῆς γῆς. ἀλλὰ πεσοῦνται παντες οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσειται.

Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.