Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.

καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·

ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,

ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ·

καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς.

καὶ συνβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἄμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·

καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγονται ἄχυρα·

καὶ παιδίον νήπιον ἐπὶ τρωγλῶν ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐκγόνων [*](29 Αγγαι ( γε U+05D0* γαι U+05D0c.a c.b)] α’ αυλιστηριον σʼ αυλισμος θʼ καταλυμα U+05D0ΑQ ομοιως οι γ Qᵐᵍ ληψεται U+05D0* fort Q 30 η θυγατηρ] pr ?? χρεμετισον φωνην σου Qᵐᵍ Γαλειμ]| Ταλειμ U+05D0* (Γαλ U+05D0c) Γαλλειμ AQ om επακουσεται εν Σα U+05D0 εν Σα] Λαισα : θʼ Λεις σʼ Λαις α’ το εβραικον ομοιως τοις ο’ Qᵐᵍ 31 om και 1⁰ U+05D0ΑQ και 2⁰] κα sup ras B¹fort 32 πακαλειται (10) U+05D0* (παρακ. U+05D0?) οδω] pr τη A Σιων BᵇAQ 33 ιδου]| + δη U+05D0 + γαρ AQ συνταραξει U+05D0 συντασσει Q* (συνταρ. Qᵃ) οι υψηλοι...συντριβησονται] αʼσʼ οι μετεωροι ταπεινωθησονται θʼ ομοιως τοις oʼ Qᵐᵍ οι υψ ηλοι ταπει- νωθησονται] om οι υψ. U+05D0Q ταπειν. οι υψ ηλοι A 34 om και πεσ. υψ. A υψηλοι] pr οι U+05D0Q X 1 1 Ιεσαι U+05D0 2 αναπαυσεται] επαναπαυσ. U+05D0 | του θεου] om του Q* (hab Qᵐᵍ ευσεβειας ( βιας U+05D0) 3 εμπλησει] pr κς Qᵐᵍ και ενπλησι U+05D0 | θεου] πιπι Qᵐᵍ 4 ελεγξει] αʼθʼσʼ + εν ευθυτητι Qᵐᵍ τους ταπεινους της γης] τους ενδοξους τ. γ. U+05D0Q1?a? α’ τοις πραεσι της γης σʼ πτωχους γης θʼ ομοιως τοις ο’ Qᵐᵍ πνευματι] pr τω U+05D0 | ασεβῆν U+05D0c.a (βη repos U+05D0c. ᵇ) 5 om αυτου Q* (hab αυτου Qᵃ⁽ᵐᵍ) αληθια U+05D0 | ειλημμενος U+05D0A 6 συμ- βοσκηθησεται BᵇQ περδαλις B* (παρδ. Bᵃ) 7 βοyς (1⁰). εσονται] α’ δαμαλις ӄ αρκος νεμεθησονται ομ[ου] κατακλιθησοται (corr κλειθ.) παιδια ου- των θʼ βους ӄ αρκος βοσκηθησονται ομοθυμαδον κατακλιθησονται (corr -κλειθ.) τα παιδια αυτω Qᵐᵍ εσονται] βοσκηθησονται A ως] και U+05D0AQ βους 2⁰] α᾿ βουκολιο θʼ ομοιως τοις ο᾿ Qᵐᵍ φαγονται] pr αμα AQ 8 τρωγλην U+05D0AQ)

122
[*](B) ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.

καὶ οὐ μὴ κακοποιήσουσιν οὐδέ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὁ ἂν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ ἀπὸ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αἰλαμειτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας.

καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.

καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφράιμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφράιμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφράιμ.

καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἄμα προνομεύσουσιν καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμῶν πρῶτοι ὑπακούσονται.

καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ [*](§ Γ) φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν·

§ ¹6 καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.