Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σειών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί,

τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι [*](U+05D0AQΓ) [*](8 πολεις πολις B* (om -λις Bᵃᵇ) 9 σαβαωθ] σ΄θ΄ των δυναμεων α΄ στρα- τειων Oᵐᵍ | εγκατελιπεν (ενκ. U+05D0)] ενκατελειπεν U+05D0c.b εγκατελειπεν AQΓ | εγεννηθημεν A | ομοιωθημεν AQ* (ωμ. Qᵃ) Γ 10 νομον] λογον U+05D0* (νομ. U+05D0c.a, c.b) | θεου] + οι γ΄ ημων Qmg | λαος] λαον U+05D0* (λαος U+05D0c,d.a) 11 μοι] εμοι A | πληρης] α΄σ΄ εμπεπλησμαι Qmg | ολοκαυτωμα, των B | αρνων] ανωυ Q*fort (αρν. Qᵃ) 12 ουδ εαν (? ουδε αν) U+05D0* 13 φερητε] + μοι A | σιμι- δαλιν B* (σεμ. Bᵃᵇ) | μεγαλην] σ΄ κλητην θ΄ επικλητον Qmg | νηστιαν U+05D0Q* (-τειαν Qᵃ) | αργειαν AΓ 14 om και τας νουμηνιας υμων U+05D0 | μοι] μου U+05D0* (μοι U+05D0¹(vid)) | πλησμονην] α΄σ΄θ΄ ενοχλησιν Qᵐᵍ | ουκετι ανησω] σ΄ εκοπωθη ιλασκομενος Qmg 15 εκτεινητε τας χειρας] τας χ. εκτ. προς με U+05D0AQΓ | πληρης Γ 16 γινεσθε Γ 16—20 υμων απεναντι…ελαλησεν…ελαλησεν ταυτα] pr obelos Bᵃ (non inst Bᵇ) 16 των πονηριων] om των Γ σ΄ πονηρευομενοι Qmg 17 χηραν BᵃᵇU+05D0AΓ 18 δευτε] + και U+05D0AQΓ + (οι γ΄ ) δη Qᵐᵍ | διελεγχωμεν Q* διελεγχθ. O¹(vid) | ωσιν 2⁰] pr σ΄ πυραι Qmg | ως 4⁰] ωσι U+05D0* 19 θελετε A 21 Σιων BᵇQΓ | κρισεως] + και αληθιας U+05D0* (improb U+05D0c.b) | εκοιμηθη] σ΄ ηυλιζετο Omg 22 αδοκιμον] + αι πολεις υμων πυρικαυστοι A | μισγουσιν U+05D0AΓ)

103
τὸν οἶνον ὕδατι·

οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν, [*](B) ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.

καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ καὶ πυρώσω εἰς καθαρόν, τοὺς δε ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ·

καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπʼ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης. μητρόπολις πιστὴ Σειών.

μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης·

καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται·

διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ᾐσχύνθησαν ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν.

ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·

καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.