Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστιν Χασελεύ·

καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαράσαρ καὶ Ἀρβεσεἐρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ ἐξιλάσασθαι τὸν κύριον,

λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος καὶ πρὸς τοὺς προφήτας, λέγων Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα. καθότι ἐποίησεν ἤδη ἱκανὰ ἔτη.

καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μέ λέγων

Εἰπὸν πρὸς ἅπόντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστίαν νενηστεύκατέ μοι;

καὶ ἐὰν φάγητε ἡ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε;

οὐχ οὗτοι οἱ λόγοι εἰσὶν σὓς ἐλάλησεν Κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἰερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, [*](12 ανατελλι U+05D0* ( ελει U+05D0c.ᵇ) ατελει Q* (ανατ. Qᵃ) 12 ληψεται QΓ a| U+05D0AQΓ καθιεται B*U+05D0* (καθιειται BᵃᵇU+05D0c.a ,c.a A | πε] QΓ) καταξει U+05D0* (καταρξει U+05D0c.a, c.b) | του θρονου] om του Q* (hab Qᵃ) 14 υπομενουσιν] πομενουσιν sup ras Bᵃᵇ (.σι Bᵇᵛⁱᵈ Qᵃ) + αυτον A επεγνωκοσι B* ( σιν Bᵃᵇ) υιου] τοις υιοις AQΓ 15 ηξουσι Qᵃ τω οικω] om τω Γ γνωσεσθε] επιγνωσεσθε A (εσθαι sup ras Aᵃ) QΓ διοτι κς sup ras Aa εισακουσαντες U+05D0c.a (postea revoc εισακουοντες) υμων] ημων U+05D0* (υμ. U+05D0c. ᵇ) V II 1 Δαριου U+05D0AQ*Γ* (ρειου QcᵃΓᵃ) τετραδι] τη τετρ. και εικαδι A Κασιλευ U+05D01?c.a c.b (Ρασ. vel potius Γασ. U+05D0*) Xασλευ Γ (Χασελ. Γᵃ) 2 εξαπεστειλεν] improb εξ U+05D0c.a (mox revoc) εξαπεστειλαν Q Bεθηλ U+05D0 | Αρβεσεερ] Αρβεσεο U+05D0c.a ( σεερ revoc U+05D0c.ᵇ) Αρβεσεσερ A Aρβεσεε Q εξιλασασθαι] pr τουU+05D0c.a ᵛⁱᵈ (rurs ras) AQ 3 λεγων 1⁰] λεγοντες Q εισεληλυθεν] pr ει AΓ pr η Q το αγιασμα εν τω μηνι τω πεμπτω A εποιησαν AQ ετη] τ rescr U+05D01 (επη U+05D0*ᵛⁱᵈ) 5 ειπον] ειπε A ειπον δη Q αποντα] πανια U+05D0AQ om Γ ιερεις] + της γης Q νηστειαν BᵃᵇAQ 6 η] και A και εαν Q εσθετε] εσθιετε U+05D0c.a (rurs εσθετε) A (τ) Q πινετε] pr υμεις AQ 7 οτε]| οτι U+05D0* (-τε U+05D0c.a))

82
[*](B) καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων

Τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτειρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ,

καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.

καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν,

καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν Κύριος Παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου Παντοκράτορος.

καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος Παντοκράτωρ.

καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.