Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ.

Λέγει Κύριος, ἐκτείνων οὐρανόν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ

Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπʼ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.

καὶ ἐροῦσιυ οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλὴμ ἐν Κυρίῳ Παντοκράτορι θεῷ αὐτῶν.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθʼ ἑαυτὴν ἐν Ἰερουσαλήμ.

καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπʼ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἐπάρσεις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ [*](16 εσκορπισμενον] διεσκορπ. AQ | ζητηση] επισκεψηται U+05D0* ᵛⁱᵈ (ζητ. U+05D0¹) | U+05D0ΑQΓ εκστρεψει] εκτριψει A 17 καταλελοιποτες] pr οι AQ | τους βραχιονας] του βραχιονος Q | ο βραχιων] pr και Γ | οφθαλμος ο δεξιος αυτου] ο οφθ. αυτ. ο δεξιος AQΓ ᵛiᵈ XII 1 ανθρωπου] αυτου A 2 Ιουδεα U+05D0 | εσται] pr και AQ 3 πασι U+05D0AQ | εθνεσι Qᵃ | εμπαιζων] ενπ. U+05D0 | επισυναχθησονται AQΓ 4 ημερα... κς] pr obel B? | ημερα] ηρερα U+05D0* (ημ. U+05D0c.a et iam antea) του λαου U+05D0* (των λαων U+05D0c.a, c.b) | παταξω 2⁰] καταξω U+05D0* (παι. U+05D0c.a, c.b) | αναβατην] επι[β]ατην Γ 6 om εν ξυλοις..πυρος 2⁰ U+05D0* (hab U+05D0c.a) | ξυλος B* (-λοις Bᵃᵇ) Ιερουσαλημ 1⁰] pr την U+05D0* (om U+05D0c.a, c.b) | εν Ιερουσαλημ] asterisc superscr Bᵃ om U+05D0c.b AQ 7 σωσει] δωσει A | μεγαλυνεται Γ | επαρσεις -σις U+05D0Q)] επαρξεις A | Ιουδαν] οικον Ιουδα Q Ιουδα Γ vid)

90
[*](B) ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπέρ τῶν κατοικούντων Ἰερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς Δαυείδ, ὁ δὲ οἶκος Δαυεὶδ ὡς οἶκος θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἰερουσαλήμ,

καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυεὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῖμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μέ ἀνθʼ ὧν καταορχήσαντο, καὶ κόψονται ἐπʼ αὐτὸν κοπετὸν ὡς ἐπʼ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ τῷ πρωτοτόκῳ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ὸοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, ¹¹καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἵκου Δαυεὶδ καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ οἵκου Νάθαν καθʼ θαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς·

φυλὴ οὑου Λευεὶ καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ θαυτάς.

πᾶσαι αἱ ὑπολελιμμέναι φυλαί, φυλὴ καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς.