Aggaeus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως (1)τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων

Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων

Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν.

§4καὶ νῦν κατίσχυε, Ζοροβα- [*](§Γ) βέλ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθʼ ὑμῶν ἐγὼ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,

καὶ [*](11 σιον U+05D0* (σιτον U+05D0c.a, c.b) 12 εκ φυλης] pr ο A 12— 14 om U+05D0AQΓ και Ιησους.. Σαλαθιηλ εκ φυλης Ιουδα Q* (hab Qᵐᵍ sinistr: item hab και Ιησους...εξαποστειλεν αυτον κς ο θς αυτον προς Q(?)mg sup) ουτων 1⁰] αυτου Qmg (postea των) Αγγεου U+05D0 13 Αγγεος U+05D0 | αγγελος Κυριου] Αγγεος U+05D0* (om U+05D0c.a, c.b) εν αγγελοις Κυριου] ο αγγελος κυριου U+05D0c.a αγγελος κ. U+05D0c.b om AQᵐᵍ 14 το πνα Ιησου sup ras (seq ras) Ab om παντος Q* (hab Qmg) εισηλθεν U+05D0* (- λθον U+05D0c.a) εογα] pr τα AQ II 1 τετραδι] τεταρτη Q* (τετραδι Qᵃ) om ετει Q* (hab Qᵇ) Δαρειου Bᵃᵇ τω μηνι τω εβδομω] τω εβδομω μηνι A (- νει) Q ελαλησεν] ελαβεν U+05D0* (ελαλ. U+05D0c.a) Αγγεου 2 Σαλαθιηλ] pr του Bᵃᵇᵛiᵈ U+05D0AQ φηλης U+05D0* (φυλ. U+05D0c.a) 3 τις εξ υμων] + πεοιλειφθεις U+05D0c.a (postea ras) ειδεν] οιεν A 4 Ξοροβαβελ U+05D0* (Ζορ. U+05D0c.a) | Iησου ο] Ιησους Avid εγω μεθ υμων AΓ ο παντοκρατωρ] om ο U+05D0c.b AQΓ)

72
[*](B) τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε.

διότι λέγει Κύριος ΙΙαντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,

καὶ συνσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος Παντοκράτωρ.

ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος αντοκράτωρ.

διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπέρ τὴν πρώτην, λέγει Κύριος Παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος Πfαντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸυ ναὸν τοῦτον.

Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρίου ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην λέγων

Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων

Ἐὸν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἄψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἡ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ.

καὶ εἶπεν Ἁγγαῖος Ἐὰν ἅψηται μεμιαμμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανθήσεται.

καὶ ἀπεκρίθη Ἁγγαῖος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.

καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθου ἐν τῷ ναῷ Κυρίου,

τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα, καὶ εἰσεπορεύεσθε εἰς [*](U+05D0ΑQΓ) [*](5 το πνευμα] om το Γ 6 διοτι] +ταδε AQ Παντοκρατωρ] pr ο U+05D0* (improb ο U+05D0c.a, c.b) om και 2⁰ U+05D0* (hab U+05D0c.a) 7 συσσεισω BᵃᵇQᵃ εκλεκτα] επιλεκτα Γ πλησω] πληρωσω AΓ 9 ειρηνην 2⁰] ειρηνης A κτιζοντι] κτισαντι Γ 10 του ενατου μηνος] μηνι τω ενατω AΓ τω μηνι τω εν. Q Δαρειου BᵃᵇQᵃΓ Αγγεον U+05D0 11 επερωτησον] + δη U+05D0c.b 12 αγιον] αγριον U+05D0*vid η εψεματος η οινου] η οινου η εψ. U+05D0c.b (vid) η εψ. τ[ου] οιν. Γᵛⁱᵈ εψηματος U+05D0c.b om ει U+05D0? (postea revoc) 13 Αγγεος U+05D0 μεμιασμενος U+05D0Γ ακαθαρτος] om U+05D0c.b pr η AQ επι ψυχη] ψυχη επι ψυχη A ψυχη επι ψυχην Q επι 2⁰] απο AQ 14 Αγγεος U+05D0 | εμου] μου Q εαν] αν Q ενγιση U+05D0 | εκει] αυτων Q om αυτων Γ πονων] πονηριων U+05D0c.a 15 εις] επι U+05D0c.bAQΓ περανω προ] επανω A om προ A 16 κριθης 1⁰] post ι 2 fort lilt ras A? εγενετο] εγινετο Q κριθης δεκα σατα] δεκα σατα κρ. U+05D0c.b)

73
τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.

[*](B)

ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

ὑποτάξατε δὴ τὰς καρδίας¶ ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης [*](¶ Γ) καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐυάτου μηνός, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,

εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἃλω, καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν· ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἁγγαῖον τὸν πρὸφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων