Habacuc

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς.
  • ²Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην·
  • κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.
  • ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ,
  • ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ·
  • ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ·
  • ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
  • 3ὁ θεὸς ἐκ Θαιμὰν ἥξει,
  • καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος. διάψαλμα.
  • ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,
  • καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
  • ⁴καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται·
  • κέρατα ἐν χερσὶν αὐτοῦ,
  • καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
  • 5πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος καὶ ἐξελεύσεται
  • εἰς πεδία·
  • 6κατὰ πόδας αὐτοῦ ⁶ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ·
  • ἐπέβλεψεν, καὶ διετάκη ἔθνη,
  • διεθρύβη τὰ ὄρη βίᾳ,
  • ἐτάκησαν βουνοὶ αἰώνιοι πορείας αἰωνίας αὐτοῦ.
  • ⁷ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων·
  • πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.
  • 8μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε;
  • ἢ ἐν ποταμοῖς ὁ θυμός σου;
  • [*](19 οι λεγοντες U+05D0* (ο λεγων U+05D0c.b) | τω ξυλω] om τω Q* ᵛⁱᵈ (hab Qᵃ) | om U+05D0AQ και 1⁰ U+05D0c.b | φαντασια] ηφαντασμα Q* (-σια Qmg) | om παν (hab Qmg) 20 προσωπου] + αυτου U+05D0AQ) III tit μετα] μετ A 2 κατενοησα] pr κε U+05D0 3 εκ] απο U+05D0c.a, c.b | Θεμαν U+05D0 | om Φαρον U+05D0c.a, c.b | δασεως U+05D0AQ* (-σεος Qᵃ) | διαψαλμα non inst Bᵇ ; item infra 5 εξελευσονται Qᵃ | εις πεδια] εις πεδιαν U+05D0c.a εν πεδιλοις AQ (εν πεδειλ.) κατα ποδας] οι ποδες AQ 6 η γη] om η U+05D0* (hab U+05D01(vid) c.a) | διετακη] ετακη U+05D0* (διετ. U+05D0c.b) | διεθρυβη] pr και Aᵃ?Q | βιαν U+05D0* | ποριας U+05D0c.a Q* (-ρειας Qa) | αιωνιους A 7 αντι] + δκ U+05D0c.a (vid) (postea ras) | ειδον] ιδο Q | Εθιοπων U+05D0* (Αιθ. U+05D0c.a, c.b) | αι σκη- ναι] om αι U+05D0 | Μαδιαν U+05D0* (-αμ U+05D0c.a) 8 οργισθης AQ))
    62
    [*](B)
  • ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;
  • ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου,
  • καὶ ἡ ἱππασία σου σωτηρία.
  • ⁹ἐντείνων ἐνέτεινας τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος.
  • διάψαλμα.
  • ποταμῶν ῥαγήσεται γῆ,
  • ¹⁰ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί.
  • σκορπίζων ὕδατα πορείας·
  • ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς,
  • ὕψος φαντασίας αὐτῆς.
  • διάψαλμα.
  • ἐπήρθη ¹¹ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς·
  • εἰς φῶς βολίδες σου πορεύσονται,
  • εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
  • ¹²ἐν ἀπειλῇ ὀλιγώσεις γῆν,
  • καὶ ἐν θυμῷ κατάξεις ἔθνη.
  • ¹³ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου,
  • τοῦ σῶσαι τὸν χριστόν σου·
  • βαλεῖς εἰς κεφαλὰς ἀνόμων θάνατον,
  • ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. διάψαλμα.
  • ¹⁴διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν,
  • σεισθήσονται ἐν αὐτῇ·
  • διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρα.
  • ¹⁵καὶ ἐπιβιβᾶς εἰς θάλασσαν τοὺς ἵππους σου
  • ταράσσοντας ὕδωρ πολύ.
  • ¹⁶ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου
  • ἀπὸ φωνῆς προσευχῆς χειλέων μου,
  • καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου,
  • καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου.
  • [*](U+05D0AQ)[*](8 om η εν θαλ. το ορμ. σου U+05D0* (hab U+05D0c.ᵃ) | επι] επ U+05D0 | ιππουσου U+05D0 | η ιπ- πασια] ιππασιας U+05D0* pr η U+05D0c.a 9 ενετεινας] εντενεις U+05D0c.a c.d AQ | τοξον] pr το U+05D0c.a AQ | σκηπτρα] σκηπτα U+05D0* (-τρα U+05D0c.b) pr τα AQ | λεγει] ειπεν Q | ποταμω U+05D0c.a (postea -μων) 10 ωδινησουσι Qᵃ | πορειας (-ριας U+05D0)] + αυτου AQ 11 τη ταξει] om τη U+05D0* (hab U+05D0c.a, c.b) | εις 1⁰] ες U+05D0* (εις U+05D0c.a, c.b) | οπλον U+05D0* (οπλων U+05D0c.a, c.b) 12 απειλη] + σου A Qmg | ολιγωεις U+05D0* (-σεις U+05D0c.a) ωλιγωσεις A | θυμω] + σου A Qmg | καταρξεις Q* (καταξ. Qmᵍ) 13 τον χριστον] τους χριστους U+05D0c.c (vid) AQ | βαλεις] εβαλας U+05D0c.a, c.b A εβαλες Q | δεσμους] + σου Q | διαψαλμα] om Q pr εις τελος U+05D0c.a 14 διεκοψας] διεκοπας U+05D0* (-ψας U+05D0c.a) διεκοψεν Q* (-ψας Qa) | εσθιων U+05D0c.a (postea εσθων) 15 επιβι- βας] επεβιβασας U+05D0c.a AQ | υδωρ πολυ] υδατα πολλα U+05D0c.a 16 κοιλια] καρδια U+05D0c.a, c.b | απο] pr κ U+05D0c.a, c.b | εις 1⁰] ις sup ras B? | om και 3⁰ U+05D0c.a, c.ᵈ | τρομος] + με U+05D0c.a, c.c (ras U+05D0c.b) | ἕξις] ισχυς U+05D0c.b)
    63
  • ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως
  • [*](B)
  • τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.
  • ¹7διότι συκῆ οὐ καρποφορήσει,
  • καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις·
  • ψεύσεται ἔργον ἐλαίας,
  • καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν·
  • ἐξέλιπεν ἀπὸ βρώσεως πρόβατα,
  • καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις.
  • ¹⁸ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι.
  • χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.
  • ¹9Κύριος ὁ θεὸς δύναμίς μου,
  • καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν·
  • ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με
  • τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.