Jonas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθεὶ λέγων,

ʼἈνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.

καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην· καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσείς, καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετʼ αὐτῶν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου.

Καὶ Κύριος ἐξήγειρεν πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.

καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπʼ αὐτῶν· Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδεν καὶ ἔρεγχεν.

καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.

καὶ εἶπευ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους. καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.

καὶ [*](U+05D0AQ) [*](Inscr Ιωνας ς BU+05D0AQ) I 1 Αμαθι AQ 2 πορευθητι Bᵃᵇ (-ρευθυτητι B*)] πορευου A | Νινευη] pr την A | κρουη U+05D0* (-γη U+05D0c. ᵃ) 3 ηφυγειν] υγ rescr U+05D0¹ (φοιιν U+05D0*ᵛⁱᵈ) | εκ 1⁰] απο U+05D0A | Ιοππην] Ιππην U+05D0* (Ιοππ. U+05D0c. ᵃ) | om και εδωκεν... εις Θαρσεις (3°) U+05D0* (hab U+05D0c.ᵃ) μετ ουτων εις Θαρσεις] εις Θ. μετ ουτων A | Θαρσις (3⁰) U+05D0c.a 4 επι] εις U+05D0c.a, ο c.b AQ | εκινδυνευσεν] εκινδυνευε Qᵃ | συντριβηναι] του διαλυθηναι U+05D0c.b (postea συντρ.) A 5 ανεβοησαν] εβοων A ανεβοων U+05D0c.b) Q | αυτου] ουτων AQ* (-των Qᵃ) | ερεγκε Qᵃ 6 πρωρευς] οι γ΄ κυβερνητης Qmg | αυτω] προς αυτον A | ρεγχεις (ρεγκ. Qᵃ)] ρεγχει U+05D0* (-γχεις U+05D0c.a, c.ᵇ) | αναστα] αναστηθι U+05D0c.b Qᵃ om και 3⁰ Q | οπως] ειπως AQᵃ (επως Q*) | διασωσει Q* ᵛⁱᵈ | ημας] pr η U+05D0 | μη] pr ου U+05D0c.a AQᵃ 7 ειπεν] ειπαν Q | επιγνωμεν] επιγνωσο- μεν U+05D0* (-γνωμεν U+05D0c.a, c.ᵇ) | αυτη εστιν] η ε rescr U+05D0¹ εν ημιν] εφ ημας Q)

49
εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν, καὶ [*](B) πόθεν ἔρχῃ. καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;

καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγὼ εἰμι, καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγῶ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.

καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.

καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.

καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστίν.

καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἡδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπʼ αὐτούς.

καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν Μηδαμῶς, Κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφʼ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.

καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.

καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον, καὶ ἔθυσαν θυσίας τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.