Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν ἐπιστρέφω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἰερουσαλήμ,

καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφάτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπέρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραήλ, οἵ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν· καὶ τὴν γῆν μου καταδιείλαντο,

καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπόλουν ἀντὶ οἴνου καὶ ἔπινον.

καὶ τί ὑμεῖς ἐμοί, Ἰύρος καὶ Σειδών, καὶ πᾶσα Γαλειλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἤ μνησικακεῖτε ὑμεῖς ἐπʼ ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν,

ἀνθʼ ὦν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν·

καὶ τοὺς υἱοὺς [*](U+05D0ΑQ) [*](27 καταισχυνθη U+05D0c.aAQ) ετι] οτι U+05D0* (ετι U+05D0c.a c.b ᵛⁱᵈ) ουκετι AQ | o λαος] pr πας AQ 28 om και 2⁰ U+05D0c.b AQ* (hab Qa) σαρκαν U+05D0 | ενυπνια BU+05D0c.a (-πνα U+05D0*)] ενυπνιοις U+05D0c.b AQ ορασις U+05D0* (-σεις U+05D0c.b) 29 καl 1⁰] + γε U+05D0c.a c.b A om μου 10 U+05D0* (hab U+05D0c.a α c.b) δουλας] + μου U+05D0c.a AQ 30 και 2⁰] ανω και σημια U+05D0c.b 31 εισκοτος U+05D0 | ημεραν] pr την A μεγαλη A | επιφανην τ 38 αν] εαν U+05D0 επικαληται U+05D0* (.λεσηται U+05D0c.a -λησηται U+05D0c.b) Σιων BbU+05D0ΑQa om εν 2⁰ A ευαγγελιζομενος ?Qᵃ νοι Q*ᵛⁱᵈ) III 1 om διοτι Qa επιστρεψω U+05D0A 2 καταξω] οι ό καταδιωξω Qᵐᵍ κοιλαδαν U+05D0* item 12 κατεδιειλαντο U+05D0c.a et. postea κατεδιειλοντο Qa 3 επινον] επιον U+05D0*ᵛiᵈ (επιν.U+05D01) 4 τι] + και AQᵃ Σιθων Bᵇ?Q) Γαλιλαια BᵇAQ) ανταποδιδετε Bᵇ⁽viᵈ) 5 om μου 2⁰ Qᵃ om και 30 Qᵃ καλα] +μου A εισενεγκατε U+05D0c.a a (mox repos εισην.) τους ναους] τους θησαυρους A om τους Q* (hab Qmg))

43
Ἰούδα καὶ τοὺς υἱοὺς Ἰερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἐλλήνωυ, [*](B) ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.

ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου οὐ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν,

καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας τῶν υἱῶν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησεν.

Κηρύξατε ταῦτα ἐυ τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμου, ἐξεγείρατε τοὺς μαχητάς, καὶ προσαγάγετε καὶ ἀναβαίυετε πάντες ἄνδρες πολεμισταί,

συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς όομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχύω ἐγώ.

συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεῖ ὁ πρᾳὺς ἔστω μαχητής.

ἐξεγειρέσθωσαν, ἀυαβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφάτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν.

ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια, ὅτι πεπλήθυυται τὰ κακὰ αὐτῶν.

ἤχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης.

ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶυ.

ὁ δὲ κύριος ἐκ Σειὼν ἀνακεκράξεται, καὶ ἐξ Ἰερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχύσει τοὺς υἱοὺς Ἰσραήλ.

καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐυ Σειών, ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἰερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾿ αὐτῆς οὐκέτι.

Καὶ ἔσται ἐυ τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ όυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ὸυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἵκου Κυρίου ἐξελεύσεται καὶ [*](6 οὕτων] pr της κληρονομίας U+05D0c.a ᵇ⁽ᵛⁱᵈ) (mox improb) 7 om και U+05D0? (ruts U+05D0AQ rebos) κεφαλας] οι ο κεφαλην Qmg 8 om υμων 2⁰ A των υιων] om των AQ 9 om και 1⁰ U+05D0? (mox revoc) A 10 υμων 1⁰] ημων U+05D0* (υμ. U+05D0c.a c.b) σειρομαστρας B* (τας Bᵃᵇ) αδυοατος] δυνατος U+05D0* ᵃ (adnot α αδυν. Qmg ισ χυωγω U+05D0* (ισχυω εγω U+05D0¹⁽ᵛiᵈ⁾c)] ισχυεγω A 11 συναχθησετε U+05D0* (.χθητε U+05D0c.a c.b) 12 εξεγειρεσθωσαν] εγειρεσθωσαν A αναβαινετω- σαν] pr και A καθισω Qa διακριναι] διακριθηναι Q 13 τρυγητος] pr ο A υπερχιτε U+05D0* -χειται U+05D0c.a υπερχειτε A 14 κοιλαδι 1⁰] κοιλη U+05D0* (-λαδι U+05D0c.a) oτι] διοτι A ενγυς B* (εγγ. Bᵃᵇ) ημερα] pr η U+05D0A 15 φεγ- γος] pr το U+05D0c.a AQ 16 om ο δε κυριος ..φωνην αυτου U+05D0* (hab U+05D0c.b) | Σιων Bᵇ U+05D0c.b AQ ανακραξεται U+05D0c.aAQ om και σεισθησεται. .η γη U+05D0c.b (postea revoc) ενισχυσει (ν sup ras Bᵇ επ. B*forte)] κς Q 17 επιγνωσεσθε γνωσεσθε U+05D0c.b διοτι] οτι U+05D0c.b Σων BᵇU+05D0AQ | om εν 2⁰ A αγια] pr πολις U+05D0c.a ᵇ? (ruts ras) 18 αφεσις U+05D0* (-σεις Νc.b))

44
[*](B) ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων.

Aἶγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθʼ ὧν ἐξέχεαν αἵμα δίκαιον ἐν τῇ γῇ αὐτῶν.

ἡ δἐ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἰερουσαλὴμ εἰς γενεὰς γενεῶν·