Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πί νοντες οἶνον, εἰς μέθην, ὅτι ἐξήρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.

ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου·

ἔθετο τὴν ἄμπελόυ μου εἰς ἀφανισμόν, καὶ τὰς συκᾶς μου εἰς συνκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔριψεν, ἐλεύκανεν τὰ κλήματα αὐτῆς.

θρήνησον πρὸς μέ ὑπέρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸυ ἄνδρα αὐτῆς τὸν παρθενικοῦ.