Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΛΟΓΟΣ ΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωήλ τὸν τοῦ Βαθουήλ.

Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ἡμῶν, ἤ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;

ὑπέρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.

τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροίχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.

Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πί νοντες οἶνον, εἰς μέθην, ὅτι ἐξήρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.

ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου·

ἔθετο τὴν ἄμπελόυ μου εἰς ἀφανισμόν, καὶ τὰς συκᾶς μου εἰς συνκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔριψεν, ἐλεύκανεν τὰ κλήματα αὐτῆς.

θρήνησον πρὸς μέ ὑπέρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸυ ἄνδρα αὐτῆς τὸν παρθενικοῦ.

ἐξῆρταιθυσία καὶ σπονδὴ ἐξ οἵκου Κυρίου· πενθεῖτε, ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ.

ὅτι τεταλαιπόρηκεν τὰ πεδία, πενθείτω ἡ γῆ· ὅτι τεταλαιπώρηκεν σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον,

ἐξηράνθησαν [*](U+05D0ΑQ) [*](Inscr Ιωηλ δ BU+05D0AQ 1 12 ακουσατε] + δη AQ τοιαυτας U+05D0* (.τα U+05D01) | ημων] υμων BᵃᵇU+05D0AQ* (ημ. Qmg) ῃ] και Q* (η Qmg) υμων] ημων U+05D0* (υμ. U+05D0c.a) Qᵃ 4 βουχος U+05D0* (βρουχος U+05D01fort c.b ᵇ) βροχος Q* ερισυβη A 5 ουτων] των sup ras Bᵃᵇ εξηρθη Bκ a vid] εξηχθη (? εξηκθη) U+05D0* εξηρται U+05D0c.a ᵇAQ; στοματος] pr του A 6 σκύμνου αυτου U+05D0* (αυτ. σκυμν.. U+05D0?* sign transl postea ras) 7 συγκλασμον BᵃᵇAQᵃ ερευνον U+05D0* (.νων U+05D0c.a α. ᵇ) | om αυτην Aᵃ (hab O¹ᵐᵍ) ερριψεν BᵃᵇA) τα κλήματα] om τα U+05D0A 8 θρή- νησον] θρηνήσει U+05D0c.b ᵛⁱᵈ (postea ras) 9 εξηρται] εξηλθε U+05D0* (εξηρτ. U+05D0c.α (vid) c.b) ιερεις] pr οι AQ | θυσιαστηριω] pr πιπι Qmg 10 ωλιγωθη U+05D0*c.b (ολ. U+05D0c.c) item 12 11 εξηρανθησαν ΒΑQU+05D0*c.a] κατησχυνθησαν U+05D0c.a)

39
γεωργοί· θρηνεῖτε, κτήματα, ὑπέρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλεν [*](B) τρυγητὸς ἐξ ἀγροῦ·

ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ καὶ φοίνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλου ἀγροῦ ἐξηράνθησαν, ὅτι ἤσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.

περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες ἡυσιαστηρίῳ· εἰσέλθατε, ὑπνώσατε ἐν σάκκοις, λειτουργοῦντες θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἵκου θεοῦ ὑμῶν θυσία καὶ σπονδή.

ἁγιάσατε υηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον θεοῦ ὑμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς

Οἵμοι οἵμοι ομοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπαωρία ἐκ ταλαιπαωρίας ἤξει.

κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλεθρεύθη, ἐξ οἵκου θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.

ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος.

τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχεν νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.

πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσεν τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψεν πάντα τὰ ξύλα τοῦ ἀγροῦ·

καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ· ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγεν τὰ ὡραῖα τῆς ἐρήμου.