Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἔσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανές τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί,

καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐυ ταῖς τρίβοις αὐτοῦ. ὅτι ἐκ Σειὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ,

καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς όομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ ἔθνος ῥομφαἰαν, καὶ οὐκέτι μὴ μάθωσιν [*](AQ) [*](5 ηγειραν] ηγιασαν Qᵐᵍ 7 ἔσται] ἐστιν Qᵐᵍ εισακουων] επακουσων ΑQ 8 εμπλησω εγω A δυναστιας B* (.τειας Bᵃᵇ) 9 Ιακωβ) Ιηλ A Ισραηλ] Ιακωβ A 10 om Σειων A Σιων BᵇQᵃ αδικειαις B* (-κιοις Bᵇ) 11 ημιν] υμιν Q* (ημ. Qa) κακα] pr τα A 12 Σιων BᵇA ωςι⁰| εις A οπωροφυλακειον Qa εις] ως AQ* (εις Qᵃ) IV 1 εσχατον Qᵃ |του κυριου] om του Q* (hab Qmg) προς] επ Qᵐg αυτον BᵇQ 2 πορευσονται] + προς αυτο A + επ αυτον Q Κυριου 1⁰] pr του AQ Σιων AQ 3 εξε- λεγξει] ελεγξει AQ μακραν] pr γην A ρομφαιας] μαχαιρας Qmᵍ τα δο. ρατα] τας ζιθβνας AQ* (τα δορ. Qmg) μη 1⁰] pr ου AQ* (om ου Qa) ανταρο] αρη AQ επ] οι ό προς Qmg ουκετι 2⁰] ου AQ μαθωσιν] + ετι AQ)

33
πολεμεῖν·

καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ [*](B) ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου ΙΙαντοκράτορος ἐλάλησεν ταῦτα·

ὅτι πάντες οἱ λαοὶ πορεύσουται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἐξωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην·

καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλιμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν, καὶ βασιλεύσει Κύριος ἐπʼ αὐτοὺς ἐν ὄρει Σειὼν ἀπὸ τοῦ υῦν ἕως εἰς τὸν αἰῶνα.

καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, θυγάτηρ Σειών, ἐπὶ σὲ ἥξει, καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατὶ Ιερουσαλήμ.

Καὶ νῦν ἴνα τί ἔγνως κακά ; μὴ βασιλεὺς οὐκ ἧν σοι; ἤ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;

ὥδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, θυγάτηρ Σειών, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν δύσεταί σε Κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.

καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ λέγοντες Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σειὼν οἱ ὀφθαλμοὶ ἡμῶν.

αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου. καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἄλωνος.

ἀνάστηθι καὶ ἀλόα αὐτούς, θυγάτηρ Σειών, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις λαοὺς πολλούς, καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς.