Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ. οὐχ ὑμῖν ἐστὶν τοῦ γνῶναι τὸ κρίμα;

μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν.

ὸν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν,

οὕτως κεκράξονται πρὸς Κύριον καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθʼ ὦν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπʼ αὐτούς.

[*](4 διεμερίσθησαν] διεμετρήθησαν AQ 6 τούτοις] τουτω AQ (-τοις AQ Qa) 7 ει) ου Q* (ει Qmg) καiοι εiσιν Q 8 εχραν A *(εχθρ. Aᵇ?) αντεστη] αντικατεστη A 9 ηγουμενοι] pr δια τουτο AQ |αποο- ριφησονται AQ τα πονηρα] om τα Q* (hab Qᵐᵍ) 10 οι λ΄ αναστητε Qᵐᵍ αναπαυσις] pr η A 11 ουθενος AQ ψευδες Qᵃ 12 εκδεχομενος in mg et sup ras Aᵃ Ισραηλ] του λαοῦ τουτου A αυτου] ουτων AQ\ 13 om και 1⁰ A III 2 μισουντες] pr οι AQ 3 απ] απο των οστεων AQ οστεα] οστα AQ συνεθλασαν] συνεκλεισαν A | κρεας Qᵃ χυτρα Afort 4 αυτου sup ras Aᵃ)
32
[*](B)

τάδᾳ λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπʼ αὐμ τὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπʼ αὐτὸν πόλεμον·

διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπʼ αὐτοὺς ἡ ἡμέρα·

καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἵ μάντεις, καὶ καταλαλήσουσιν κατʼ αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν.

ἐὰυ μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.

ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες,

οἱ οἰκοδομοῦντες Σειὼν ἐν αἵμασιν καὶ Ἰερουσαλὴμ ἐν ἀδικίαις·

οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά.

διὰ τοῦτο δι᾿ ὑμᾶς Σειὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοί.