Amos
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος·
καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετʼ αὐτοῦ, λέγει Κύριος.
Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἰούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι [*](9 τερσαρσιν A* (τεσσ. A¹) | αυτην] αυτον Qᵃ (θ΄ την α΄σ΄ τον Qmg | AQΓ αιχμαλωσιαν] pr τη| Γ | Ιδουμαιαν] Ιουδαιαν B* (Ιδ. Bᵃᵇ) A 10 τα θεμελια] om τα A 11 Ιδουμαιας] Ιουδαιας A* (Ιδ. A¹) | τερσαρσιν A ενεκεν A | τον αδελφον] pr εκαστος A μητερα] μητραν AQ | νεικος Bᵃᵇ 13 αυτον] αυτους A | Γαλααδειτων] Γαλααδιτων A Γαλααδιτι| τῶν Q* -διτι| λων Qᵃ ᵛⁱᵈ οπως ενπλατυνωσιν] οι ο΄ ωστε εμπλατυναι Qmg εμπλατυνωσι Bᵇ⁽ᵛiᵈ) (-σιν Qa) εμπλατυνουσιν A εαυτων] ουτων A 14 αναψω οι ο΄ εξαψω Qᵐᵍ θεμελια] pr τα Q ημερα AQᵃ συντελει B* (-τελειας Bᵃᵇ) 15 ουτων 1⁰] αυτου Qᵃ ουτων 2⁰] ομ[οιως] οι γ΄ αυτου Qmg II 1 ασεβειας B* (-θειαις Bᵃᵇ) τερσαρσιν A* (τεσσ. Aᵃ?) 2 επι] εις Qᵃ τα θεμελια] om τα AQ των πολ. αυτης] της Καριωθ Qmg | αυτης BA*Qᵃ] | ουτων AᵇQ* αδυναμεια B* (-μια Bᵇ) A φωνη A* (-νης A¹) 3 παντας] + τους αρχοντας AQ* (om τους Qᵃ) | αυτου] αυτης AQ* σ΄ -της Qmg (-του Qᵃ) 4 αυτον] αυτους A) (-τον Qᵃ) | ενεκεν A)
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἰερουσαλήμ.
Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων,
τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν·
καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν.
ἐγὼ δὲ ἐξῆρα τὸν Ἀμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν·
καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ μ΄ ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοραίων·
καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστιν ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος.
καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ μὴ προφητεύσητε.
διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν ὃν τρόπον κυλίεται ἡ ἄμαξα ἡ γέμουσα καλάμης·
καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσει τὴν ψυχὴν αὐτοῦ,
καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσει τὴν ψυχὴν αὐτοῦ,