Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Μὴ χαῖρε, Ἰσραήλ, μηδέ εὐφραίνου καθὼς οἱ λαοί διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου.

ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς.

οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Ἐφράιμ Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.

οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου.

τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου;

διὰ τοῦτο ἰδοὺ πορεύονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμάς· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει αὐτό, ἄκανθαι ἐν τοῖς σκηνώμασιν.

ἥκασιν αἱ ήμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδεκιῶν σου ἐπληθύνθη μανία σου.

σκοπὸς Ἐφράιμ μετὰ θεοῦ· προφήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ θεοῦ κατέπηξαν.

ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησθήσεται ἀδικίας αὐτῶν, ἐκδικήσει ἁμαρτίας αὐτῶν.

ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγώρ, καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι.

Ἐφράιμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξας αὐτῶν ἐκ τόκων καὶ δίνων καὶ συνλήμψεων·

διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπαων· διότι καὶ οὐαὶ αὐτοῖς [*](13 αμαρτιας] ανομιας Qᵐᵍ αυτοι] + δε A 14 του ποιησαντος] τον AQ ποιησαντα Q ωκοδομησεν Q ουτων] αυτου A IX 2 ο οινος] om ο A* (superscr A¹) 3 του κυ sup ras Bᵃᵇ κατωκησεν] pr και Q | Αιγυ- πτον] pr εις AQ 4 ουχ BQa] ουκ A* (ras κ A?) Q* ηδυναν] ηδυναντο A | εσθιοντες Qa τον οικον] om τον A 5 ποιησεται BAQ | ημεραις] ημερα AQ ημερα] ημεραις A 6 πορευσονται AQ Μαχμας] οι ο΄ Τα- χαχμας Qmg om αυτο AQ σκηνωμασιν] + ουτων Bᵃᵇ AQ 7 εκδικησεως] + σου A ανταποδωσεως A μανια] μνεια A 8 αυτου μανιαν εν οι| sup ras A? θεου 2⁰] κυ AQ 9 ουτων bis BQᵃ] αυτου. AQ* 10 σκοπον] συκον Qᵃ πρωιμον Bᵃ?ᵇA εβδελυγμενοι] ηγαπημενοι AQ | ηγαπημενοι] εβδελυγμενοι AQ 11 συνλημψεων] συλληψ. BᵇQ συλλημψ. A)

10
[*](B) ἐστιν, σάρξ μου ἐξ αὐτῶν.

Ἐφράιμ ὃν τρόπον εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν. καὶ Ἐφράιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ.

δὸς αὐτοῖς, Κύριε· τί δώσεις αὐτοῖς; μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς.

πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγάλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν· ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες.

ἐπόνεσεν Ἐφράιμ· τὰς ῥίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν.

ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.