Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ᾿ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου.

ἐμέ κεκράξονται Ὁ θεός, ἐγνώκαμέν σε.

ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν·

ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾿ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι, τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν.

ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παροξύνθη ὁ θυμός μου ἐπʼ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι

ἐν τῷ Ἰσραήλ; καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σοιυ, Σαμάρεια.

ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτά.

κατεπόθη Ἰσραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον.

ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθʼ ἑαυτὸν Ἐφράιμ, δῶρα ἠγάπησαν,

διὸ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοί χρίειν βασιλέα καὶ ἄρχοντας.

ὅτι ἐπλήθυνεν Ἐφράιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα.

καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμά μου εἰς ἀλλότρια ἐλογίσθησαν· θυσιαστήρια τὰ ἠγαπημένα.

διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν [*](AQ) [*](13 απεπε| πηδ. B π 3⁰ sup ras Bᵃᵇ 14 εν] επι Qᵃ 15 καγω] και εγω AQ | κατισχυσα] α 2⁰ sup ras Aᵃ? | om και A 16 εντετα- μενον] ου τεταμενον Qᵃ | δι] δια AQ VIII 1 μου 2⁰] + ησεβησαν Bᵃᵇ ᵐᵍ AQ 2 ο θεος] pr λεγοντες Qᵐᵍ 4 εξολεθρευθωσιν A 5 παρω- ξυνθη BᵃᵇAQ 7 ανεμοφθορια A | αυτα] αυτο BᵃᵇAQ om δε Q 8 εγενοντο Q* (εγενετο Qᵃ) 9 ανεβησαν] εγενοντο Q* (ανεβ. Qᵐᵍ) | ηγαπησαν BQ*] ηγαπησεν AQᵃ 10 παραδοθησονται] παρεδοθησαν AQᵃ | om εν Q* (superscr Qᵃ) | κοπιασουσιν A* | om μικρον A 11 αμαρ- τιαν AQ* (-τιας Qᵃ) | ηγαπημενα] pr τα A 12 μου B* ᵛiᵈ] αυτου BᵃAQ α ελογισθησαν sup ras Bᵃᵇ | τα ηγαπημενα] om τα Q* superscr Qᵃ))

9
καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν, [*](B) καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.

καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτόν, καὶ ᾠκοδόμησαν τεμένη· καὶ Ἰούδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.