Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται.

Ἐπιστράφηθι, Ἰσραήλ, πρὸς Κύριον τὸν θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου.

λάβετε μεθʼ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν θεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν.

Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφʼ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.

ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψεν τὴν ὀργὴν μου ἀπʼ αὐτοῦ.

ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ, ἀνθήσει ὡς κρίνον, καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος·

πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου·

ἐπιστρέψουσιν καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ἄμπελος μνημόσυνον αὐτοῦ, ὡς οἶνος [*](AQ) [*](12 ενκεκρυμμενη B* A (εγκ. Bᵃᵇ Qᵃ)] κεκρυμμενη Q* | η αμαρτια] αδικεια A 13 ηξουσιν αυτω ως τικτουσης A | ο φρονιμος] ου φρ. Qᵃ | ου] pr νυν Qᵃ θ΄ σ΄ ου σοφος Qᵐᵍ 14 ρυσομαι] + αυτους AQ | om και A | λυτρωσομαι] ελυτρωσαμην Qᵃ (κ το εξασελιδον ελυτρ. ειχεν Qmg) | απο] εξ A 15 δια- στελλει A | ανεμον καυσωνα AQ | εκ της ερ. Κυριος A | αυτον] αυτους Qa | φλεβας] φλε sup ras Aᵇ | αυτος] ουτος A | την γην] om την Q | αυτου 3⁰] του sup ras Aᵃ | τα επιθυμητα] τα | επι sup ras Bᵃᵇ | αυτου 4⁰] pr τα Q*ᵛid XIV 1 om αυτοι Qa | υποτιθθια B* (-τιτθ. BᵃᵇAQᵃ) υποτιθια Q* 2 επι- στραφητι B* (-στραηφηθι Bᵃᵇ) 3 λαβητε 1⁰] λασητε (sic) A | λαβητε 2⁰] λαβετε A | ημων] υμων Q* (ημων Qᵃ) 4 σωκει A | εφ| ιππον B* (εφ ιπ | πον Bᵇ)] εηφ ιππων A | μη 2⁰] pr ου Q 5 οτι] διοτι A | απε- στρεψεν BF ᵃ] αποστρεψω A αποστρεφω Q* την οργην] εν τη οργη Qᵃ απ αυτου] απ ουτων AQᵃ εξ ουτων Q* 6 εσομαι] pr και A ο Λιβανος] om ο A 7 οσρησια Qᵃ οσφρησις Qᵃ 8 την σκεπην] in την forte ras aliq B? | μεθυσθησονται] στηριχθησονται Qa αμπελος] pr ως Bᵃᵇ A | μνημοσυνον] pr το AQ)

15
Λιβάνου.

τῷ Ἐφράιμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα [*](B) αὐτόν, καὶ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.

τίς σοφὸς καὶ συνήσει ταῦτα; ἡ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.