Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ δὲ Ἐφράιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἵγυπτον ἐνεπορεύετο.

καὶ κρίσις τῷ κυρίῳ πρὸς Ἰούδαν τοῦ ἐκδικῆσαι τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ.

ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεόν,

καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη· ἔκλαυσαν καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ὢν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς.

ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ.

καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός.

Χανάαν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε.

καὶ εἶπεν Ἐφράιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι᾿ ἀδικίας ἃς ἥμαρτεν.

ἐγὼ δὲ Κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέραι [*](AQ) [*](7 ου] η Qᵃ υψωσει Q 8 διαθωμαι] διαθω AQ | μεταμελια B*A] μεταμελεια Bᵃᵇ Q 9 οργην] ορμην Q* (οργ. Qᵃ) | εγκαταλειπω AQ | εγω ειμι] ειμι εγω Q 10 ορευξεται B* ᵛⁱᵈ | ωρυσσεται Bᵃᵇ | εκστησονται] εκστησεται Q* (-σονται Qᵃ) 11 εκπτησονται B* ᵛⁱᵈ AQ mg (εκστη- σονται B?Q*)] pr και AQ | περιστεραι ) 12 εκυκλωσαν Qᵃ | ασεβεια οικος] ασεβειας οικου A ασεβειαις οικος Q* | κεκλησεται] κληθησεται A XII 1 κενα καινα A 2 κρισεις A | Ιουδαν] pr τον A | αποδωσει] αντα- ποδωσει A) 3 θεον] pr τον A 4 ενισχυσεν μετα αγγελου] ε|γελων Q*ᵛⁱᵈ ενισχυσε μ. αγγελου Q¹ (ᵐᵍ) et corr | εκλαυσαν] λαυ| sup ras Bᵃᵇ |Ων] om Qᵃ (hab Q*ᵐᵍ) μου A | αυτους] αυτον A 6 τον θεον] pr κν Q 7 ηγαπησεν AQ 8 ευρεθησονται] ρ sup ras B? | δι] δια AQ 9 ημερα AQ)

13
ἑορτῆς.

καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, [*](B) καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.

εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἤσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τά θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.

καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικί, καὶ ἐν γυναικὶ ἐφυλάξατο.

καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη.

ἐθύμωσεν Ἐφράιμ καὶ παρώργισεν· καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος.