Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς ἐπλήθυνεν θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας.

ἐμέρισαν καρδίας αὐτῶν, [*](§ Γ) νῦυ ἀφανισθήσονται· αὐτὸς § κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.

διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον. ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν,

λαλῶν ῥήματα προφάσεις ψευδεῖς; διαθήσεται διαθήκην, ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.

τῷ μόσχῳ τοῦ οἴκου Ὢν παροικήσουσιν κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησεν λαὸς αὐτοῦ ἐπʼ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ.

καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες, ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφράιμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.

ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος·

καὶ ἐξαρθήσονται βωμοὶ Ὤν ἁμαρτήματα τοῦ Ἰσραήλ· ἄκανθαι καὶ τρίδολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφʼ ἡμᾶς.

ἀφʼ οὗ οἱ [*](¶ Γ) βουνοί, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς¶ ἐν [*](AQΓ) [*](13 τροπον] + ειδον AQ | παρεστη Qᵃ 14 μητραν] pr δος αυτοις AQ 15 εν] εις A | προσθησω] θησω Qᵃ (προσθ. Qmᵍ) 17 πλανηται] pr ως A X 1 αυτης ευθηνων AQ | αυτης 2⁰] ουτων A* ᵛⁱᵈ αυτου Aᵃ?Qᵃ | θυσιαστηρια] pr τα AQ κατα 2⁰] pr και A pr κατα τα θυσιαστηρια Q* ωκοδομησαν Q* (-σεν Qᵃ) 2 om ταλαιπ. αι στηλαι ουτων Q* (hab Qᵐᵍ) 4 λαλων ρηματα προφασεις] ν ρημ, ις Sup ras Aᵃ? | ανετελει A 5 κατοικουντες] pr οι AQΓ | οτι] δια τουτο A διοτι Γ | λαος] pr ο AQΓ απ] επ A 6 Ιαρειβ Qᵃ 7 απεριψεν Q* (απερρ. Qa) | βασιλεα] pr τον A | φρυγανον επι προσωπου] ον επι προ sup ras Aa (φρυγανεπιπροσ. A*ᵛⁱᵈ) | προσωπον A 8 εξαρ- θησονται] ται saltem Bᵇ⁽ᵐᵍ) εξαρτησονται Γ | καλυψατε] πεσετε εφ A | πεσατε (πεσετε Qa) εφ] καλυψατε A)

11
τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας

παιδεῦσαι αὐτούς· καὶ [*](B) συναχθήσονται ἐπʼ αὐτοὺς λαοί, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.

Ἐφράιμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφράιμ, παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ.

σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ἡμῖν.

ἵυα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐφάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασίν σου, ἐν πλήθει δυνάμεώς σου,

καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἰεροβοάμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν,

οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ἰσραήλ, ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.