Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Ἐν τῷ ἀπαχθῆναι Ἰσραὴλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν,
  2. ἐν τῷ ἀποστθῆναι αὐτοὺς ἀπὸ Κυρίου τοῦ λυτρωσαμένου
  3. αὐτούς,
  1. ἀπερίφησαν ἀπὸ κληρονομίας ἧς ἔδωκεν αὐτοῖς Κύριος·
  2. ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ Ἰσραὴλ κατὰ τὸ όῆμα τοῖ
  3. θεοῦ·
  1. ζυα δικαιωθῇῆς, ὁ θεός, ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις
  2. ἡμῶν·
  1. ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πντας τοὺς λαοὺς τῆς γῆς.
  1. οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεως σου πᾶς ποιῶν ἄδικα.
  1. καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν. σου, Κύριε·
  2. καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεως σου, ὁ θεός
  1. τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν.
  2. τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἔργοις χειρῶν ἡμῶν.
  1. καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων·
[*](chilmpv)[*](35 πιστις] pr η chilmpv τραχηλον] pr τον chilmpv 36 καταπιη chilmpv om ως chilmpς 37 η ελπις ημων] ηλπισαμεν chilmpv 38 εις] εφ chilmpv 39 η ευδοκια] om η cl η ευδ. ουτων i Κυριος c 40 στο- μασιν ι και] + συ hmpv IX τω Σαλομων εις νικος ψαλμος θ΄ και εις ελ i Σαλομων chilprv (doest tit in m) 1 Ιερουσαλημ i αποικησια hmp 2 απερριφησαν chilmpv ο κυριος i η διασπορα cilr] επι διασπ. hmpv 3 om τη i 5 αδικα] κακα chilmpy 6 om αι cl 7 εργοις] pr εν chlmpv)
777
  1. ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὐτῷ παρά Κυρίῳ,
  2. [*](r)
  3. καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸὶ αἵτιος τῆς ψυχῆς ἐν ἀπωλεία.
  1. τὰ γὰρ κρίματα Κυρίου ἐν δικαιοσύνῃ κατʼ ἄνδρα καὶ οἶκον.
  1. τίνι χρηστεύσῃ, ὁ θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον
  1. καθαρίσει ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις
  1. ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων·
  1. καὶ τίνι ἀφήσει ἁμαρτίας, εἰ μὴ τοῖς ἡμαρτηκόσι
  1. δικαίους εὐλογήσεις, καὶ οὐκ εὐθυνεῖς περὶ ἱὡν ἡμάρτοσαν,
  2. καὶ ὴ χρηστότης σου περὶ ἁμαρτάνοντας ἐν μεταμελεία.
  1. καὶ νῦν σὺ ὁ θεός, καὶ ἡμεῖς λαός σου ὃν ἠγάπησας·
  2. ἴδε καὶ οἰκτείρησον, ὁ θεὸς Ἰσραήλ, ὅτι σοί ἐσμεν·
  3. καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφʼ ἡμῶν,
  4. ἴνα μὴ ἐπιθῶνται ἡμῖν.
  1. ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Ἀβραάμ παρά πάντα τὸ ἔθνη,
  1. καὶ δοῦ τὸ ὄνομά σου ἐφʼ ἡμᾶς, Κύριε·
  2. καὶ οὐ καταπαύσεις τὸν αίῶνα.
  1. ἐυ διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν,
  2. καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν.
  1. τοῦ κυρίου ἐλεημοσύνη ἡ ἐπʼ οἶκον Ἰσραὴλ
  2. εἰς τὸν αἰῶνα καὶ ἔτι