Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων,
  2. καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ.
  1. ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομέναοον,
  1. ὅτι ἠρήμωσεν οἴκους πολλοὺς ἀνθρώπαων ἐν ἀτιμί·ι
  2. καὶ ἐσκόρπισεν ἐπιθυμίᾳ.
  1. καὶ οὐκ ἐμνήσθησαν θεοῦ,
  2. καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἄπασι τούτοις.
  1. καὶ παρώργισαν τὸν θεόν,
  2. καὶ παρώξυναν ἐξᾶραι αὐτοὺς ἀπὸ τῆς γῆς·
  3. ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο.
  1. μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν·
  1. καὶ ὁ κύριος άύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων κιὶ
  2. ἁμαρτωλῶν·
  3. καὶ bύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου.
  1. ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν,
  2. ὅτι κριτὴς μέγας καὶ κραταιὸς Κύριος ὁ θεὸς ἡμῶν ἐν δι.
  3. καιοσύνῃ.
  1. γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε.