Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Ἵυα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίῳ,
  2. καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου,
  3. ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ἰσραήλ;
  1. περισσὸς ἐν λόγοις, περισσὸς ἐν σημειώσει ὑπέρ πάντας,
  2. ὁ σκληρὸς ἐν λόγοις κατακρίναι ἁμαρτωλοὺς ἐν κρίσει.
  1. καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπʼ αὐτὸν ὡς ἐν ζήλει,
  2. καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτωλῶν, ἐν ἀκρασίαις·
  1. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς,
  2. ἡ γλῶσσα ψευδὴς ἐν συναλλάγματι ρεθʼ ὅρκου.
[*](6 σωτηρια] pr η i αυτω c*r] αυτου ccorrhilmpv 7 δικαιου] pr του chilnpv chilmpv 9 om αυτου r 10 πανια chilmpv οσιον himprv] θειον cl 11 αμαρτωλος] pr ο i ζωην] pr την i 12 προσεθηκεν ilr] προσεθηκαν hmpv (de c non liq) αμαρτιαις clr] αμαρτιαο himpv 13 πτωμα] σπέρμα i 14 ου μη] om μη chilmpv επισκεπτεται i 15 om η chiimpv 16 om τον chlmpv ουκ] pr και chilmpv IV δ΄ cilr] γ΄ hr διαλογη του cilr] ψαλμος τω hpυ | Σαλομων chiipv ανθρωπαρεσκοις] + τεταρτος i (doest tit in m) 1 καθησαι βεβηλε chilmpv οσιω clr] οσιων i om hmpv 2 κατακρινει cl κατακρινων hmpv 3 ζηλω chilmpv αμαρτωλων] αμαρ- τιων chilmpv εν 3⁰] pr και chilmpv 4 γλωσσα] + αυτου chilmpv)
770
[*](r)
  1. ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὐρώμενος,
  2. ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συυταγῇ κικίς·
  1. ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἱλαρότητι ὡς ἄκακος
  1. ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων,
  2. ἐν φθόρῳ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ·
  1. ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων,
  2. ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ.
  1. καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν,
  2. ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου,
  1. ἀνθρωπάρεσκον λαλοῦντα μόνον μετὰ δόλου.
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπʼ οἶκον ἀνδρὸς ἐν εὐσταθίᾳ, ὡς ὄφις,
  2. διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων.
  1. οἱ λόγοι αὐτοῦ παραλογισμοί,
  2. εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκων.
  1. οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ἀρφανίᾳ,
  2. καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου.
  1. παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίναων,
  1. ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ·
  2. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ οἶκον ἕτερον ὀλοθρεῦσαι ἐν λόγοις
  3. ἀναπτερῶσεαος·
  4. οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ, ὡς ἅδης, ἐν πᾶσι τούτοις
  1. γένοιτο, Κύριε, ἡ μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου,
  2. ἡ ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ ἡ εἴσοδος αὐτοῦ ἐν ἀρῷ·
  1. ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ἡ ζωὴ αὐτοῦ, Κύριε.
  2. ὁ ὕπνος αὐτοῦ ἐυ λύπαις καὶ ἡ ἐξέγερσις αὐτοῦ ἐυ
  3. ἀπορίαις·
  1. ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτοῦ ἐν νυκτί,
  2. ἀποπέσοιεν ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ·
  1. καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντὸς οὗ ἐμπλήσει ψυχὴν
  2. αὐτοῦ,
[*](chilmpv)[*](6 ως ακακος] ωσακκος r 9 δικαιωσαισαν ir] δικαιωσαιαν c δικαιως ειεν l δικαιωσαιεν hmpv οσιοι clr] pr οι himpr δικαιου] pr του i 10 μονον] νομον chilmpv δολου] δουλου r 11 ουτων] αστοῦ i επ οικον cilr] εν οικω hmpv ευσταθεια chlv 12 αδικου chilmpv 13 απεστη cilr] ανεστη hpv οικον cilr] om hnpς 15 ολοθρευσαι hilmpv (de c non liq) (ως αδης clr] ως ο αδ. i om hmpς 17 πενια] pr εν |Inpς om και 2⁰ r λυπαις cilr] οδυναις hmpv εξεγερσις] εγερσις i απορια mp 18 απο- πεσοιεν] ααοπεσοι chilv αποπεσει Imp χειρος mp αυτου 2⁰] + cv ατιμια chilmpv 19 κ pr κενος χερσιν αυτου εισελθοι εις τὸν οικον αυτοι chilmpv)
771
  1. ἐν μονίᾳ ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν.