Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα·
  1. ἡ χρηστότης σου ἐπὶ δόματος πλουσίου ἐπὶ Ἰσραήλ·
  2. [*](hilmpv)[*](39 καταξει ir] παταξει hlmpv αιωνα] pr τον i 41 λαου μεγαλου hilmpv 42 κατειργασατο hilmpv δυνατον] δυναμιν l om i μετ hmpv δικαιοσυνην r 45 αφησοι i ουτων] αυτω l 46 ισοτητι ilmgr] οσιοτητι hltxt mpv αυξει p 47 Ισραηλ 1⁰] Ιερουσαλημ i 48 τιμιον το πρ. hilmpv λαους hilmpv ηγιασμενου iv] ηγιασμενων hmpv ηγιασμενους l 49 ουτων r Οm ως i 50 γινομενοι hilmpv Ισραηλ] Ιερουσαλημ i ποιησαι (ποιῆσαι) ilr] ἀ ποιήσει h 51 ρυσαι l X VIII Σαλομων hipv ετι ir] επι hlpς (doest tit in m) 2 om η i επι 1⁰] μετα hilmpv επιβλεπουσιν l)
    787
  3. οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπʼ αὐτά, καὶ οὐχ ὑστερήσει
  4. [*](r)
  5. ἐξ αὐτῶν,
  1. τὰ ὦπά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι
  2. τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους,
  1. καὶ ἀγάπη σου ἐπὶ σπέρμα Ἀβραάμ, υἱοὺς Ἰσραὴλ.
  2. ἡ παιδία σου ἐφʼ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ,
  1. ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοία.
  1. καθαρίσαι ὁ θεὸς Ἰσραὴλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ.
  2. εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ.
  1. μακάριοι οἱ γενόμενοι ἐν ἡμέραις ἐκείναις,
  2. ἰδεῖν τὰ ἀγαθὰ Κυρίου, ἃ ποιήσει γενεῷ τῇ ἐρχομένῃ·
  1. ὑπὸ ὸάβδον παιδείας χριστοῦ κυρίου, ἐν φόβῳ θεοῦ αὐτοῦ,
  2. ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος·
  1. κατευθῦναι ἄνδρας ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ.
  2. καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον Κυρίου.
  1. γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους. διάψαλμα.
  1. μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος, ἐν ὑψίστοις κατοικῶν·
  1. ὁ διατάξας ἐν πορίᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφʼ ἡμερῶν
  2. εἰς ἡμέρας.
  3. καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς.
  1. ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθʼ ἑκάστην ἡμέραν.
  2. ἀφʼ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος.
  1. καὶ οὐκ ἐπλανήθησαν ἀφʼ ἧς ἡμέρας ἔκτισεν αὐτούς·
  2. ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν,
  3. εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ.