Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ αὐτὸς καθαρὸς ἀπὸ ἁμαρτίας, τοῦ ἄρχειν λαοὺς μεγάλους.
  2. ἐλέγξαι ἄρχοντας καὶ ἐξᾶραι ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου·
  1. καὶ οὐκ ἀσθενήσει ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ θεῷ αὐτοῦ,
  2. ὅτι ὁ θεὸς κατηργάσατο αὐτὸν δυνατὸν ἐν πνεύματι ἁγίῳ
  3. καὶ σοφὸν ἐν βουλῇ συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης.
  1. καὶ εὐλογία Κυρίου μετʼ αὐτοῦ ἐν ἰσχύι,
  1. καὶ οὐκ ἀσθενήσει ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον·
  2. καὶ τίς δύναται πρὸς αὐτόν
  3. ἰσχυρὸς ἐν ἔργοις αὐτοῦ καὶ κραταιὸς ἐν φόβῳ θεοῦ,
  1. ποιμαίνων τὸ ποιμνίον Κυρίου ἐν πίστει καὶ δικαιοσύνῃ,
  2. καὶ οὐκ ἀφήσει ἀσθενῆσαι ἐν αὐτοῖς ἐν τῇ νομῇ αὐτῶν
  1. ἐυ ἰσότητι πάντας αὐτοὺς ἄξει,
  2. καὶ οὐκ ἔσται ἐν αὐτοῖς ὑπερηφανία τοῦ καταδυναστευθῆναι
  3. ἐν αὐτοῖς.
  1. αὕτη ἡ εὐπρέπεια τοῦ βασιλέως Ἰσραήλ, ἣν ἔγνω ὁ θεός,
  2. ἀναστῆσαι αὐτὸν ἐπ οἶκον Ἰσραήλ, παιδεῦσαι αὐτόν.
  1. τὰ όήματα αὐτοῦ πεπυρωμένα ὑπέρ χρυσίον τὸ πρῶτον τίμιον,
  2. ἐν συναγωγαῖς διακρινεῖ λαοῦ φυλὰς ἡγιασμένου·
  1. οἱ λόγοι αὐτοῦ ὡς λόγοι ἁγίων ἐν μέσῳ λαῶν ἡγιασμένων.
  1. μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις,
  2. ἰδεῖν τὰ ἀγαθὰ Ἰσραὴλ ἐν συναγωγῇ φυλῶν· ποιήσαι ὁ θεός.
  1. ταχύναι ὁ θεὸς ἐπὶ Ἰσραὴλ τὸ ἔλεος αὐτοῦ·
  2. όύσεται ἡμᾶς ἀπὸ ἀκαθαρσίας ἐχθρῶν βεβήλων.
  3. Κύριος αὐτὸς βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτι.