Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ΕBOΗΣA πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος,
  2. [*](r)
  3. πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς.
  1. ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου·
  2. ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.
  1. ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης,
  2. ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.
  1. ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν,
  2. καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
  1. ὑψώθησαν ἕως τῶν ἄστρων,
  2. εἶπαν Οὐ μὴ πέσωσιν·
  1. καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν.
  2. καὶ οὐκ ἤνεγκαν.
  1. αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις,
  2. καὶ ἐγὼ οὐκ ᾔδειν·
  1. αἱ ἀνομίαι αὐτῶν ὑπέρ τὰ πρὸ αὐτῶν ἔθνη,
  2. ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει.