Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ,
- καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου,
- (²)ἐξομολογοῦμαι τῷ ὀνόματί σου·
- ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι,
- (³)καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλίας
- καὶ ἐκ παγίδος διαβολῆς γλώσσης,
- ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος,
- καὶ ἔναντι τῶν παρεστηκότων
- ἐγένου βοηθός, ³καὶ ἐλυτρώσω με
- κατὰ τὸ πλῆθος ἐλέου καὶ ὀνόματός σου
- ἐκ βρυγμῶν ἕτοιμος εἰς βρῶμα,
- (⁵)ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου.
- ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
- ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν
- καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
- ἐκ βάθους κοιλίας ἅδου,
- καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.
- βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου·
- (⁸)ᾔνεσεν ἕως θανάτου ἡ ψυχὴ μου.
- (9)καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾄδου κάτω·
- περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, [*](U+05D0A)[*](27 Σειρακ U+05D0 Σιραχ A | Ιεροσολυμειτης B* U+05D0c.a (μιτης BᵇA)] ιερευς ο Σολυ- μειτης U+05D0* | σοφιας U+05D0* (-φιαν U+05D0c.ᵃ) 28 θεις] pr ο U+05D0* (om ο U+05D0c.ᵃ) 29 αυ· τα] ταυτα A | ισχυσει]| ισχυει U+05D0 (ισχυι) Avid LI (tit) post προσευχη incep υ B* (improb υ Bᵃᵇ) | Σιραχ A 1 εξομολογησομαι] εξομολογουμαι A | om σε A 2 απωλειας Bᵃᵇ A | διαβολης] διαβουλης A 3 ελεου (-ους BᵃᵇU+05D0A)] + σου U+05D0c.ᵃ | ετοιμον A | εκ χειρος] pr και U+05D0 4 κυκλοθεν] κλοθεν A* (κυκλ. Aᵃ?) | εκ μεσου] ε 1⁰ sup ras B? εν μεσω U+05D0 | ου] σου U+05D0* (ου U+05D0c.ᵃ) 5 εκ βαθους κοι, πο γλω perier in A | βαθου B* (βαθους Bᵃᵇ) 6 διαβολης U+05D0Α | ηνεσεν] ηγγισεν U+05D0Α | κατω] κατωτατου U+05D0c.a)
- ἐμβλέπων εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν.
753
- καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε,
- καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος,
- ⁽¹²)ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε
- καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
- καὶ ἀνύψωσα ἐπὶ γῆν ἱκετίαν μου,
- καὶ ὑπέρ θανάτου ῥύσεως ἐδεήθην
- ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου,
- μὴ με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως,
- ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας.
- αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς,
- καὶ ὑμνήσω ἐν ἐξομολογήσει
- καὶ εἰσηκούσθη ἡ δέησίς μου.
- ἔσωσας γάρ με ἐξ ἀπωλείας,
- καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ·
- (17)διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι,
- καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.
- Ἔτι ὢν νεώτερος πρὶν ἢ πλατηθῆναί με,
- ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου·
- ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς,
- καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.
- ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς
- (20)εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ·
- ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι,
- ἐκ νεότητός μου ἴχνευον αὐτήν.
- ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην.
- καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαο·
- προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ·
- (23)τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
- διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν,
- καὶ ἐζήλωσα τὸ ἀγαθόν, καὶ οὐ μὴ αἰσχυνθῶ.
754
[*](Β)- διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ,
- καὶ ἐν ποιήσει λιμοῦ διηκριβασάμην·
- (2⁶)τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος,
- καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα·
- τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν,
- καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς,
- καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν·
- διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.