Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας,
- ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον,
- καὶ ἐυ ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν·
- καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς,
- ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·
- ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων,
- χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·
- ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως,
- καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι.
- ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ,
- ἐν ἐξόδῳ οἴκου καταπετάσματος·
- ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης,
- ὡς σελήνη πλήρης ἐν ἡμέραις·
- ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου,
- καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·
750
[*](Β)- ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων,
- ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος,
- ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·
- ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου·
- (10)ὡς σκεῦος χρυσίου ὁλοσφύρητον
- κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·
- ὡς ἐλαία ἀναθάλλουσα καρπούς,
- καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.
- ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν
- καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος,
- ⁽¹²)ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου
- ἐδόξασεν περιβολὴν ἁγιάσματος·
- ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων,
- καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ,
- κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν
- ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ,
- ⁽¹⁴)καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·
- καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν,
- ⁽¹⁵)καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν
- ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ
- καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν,
- κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος,
- ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ,
- καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς,
- (17) ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου
- ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ.
- τότε ἀνέκραγον υἱοὶ Ἀαρών,
- ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν,
- ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην
- εἰς μνημόσυνον ἔναντι Ὑψίστου·
- τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσεν,
- καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν [*](U+05D0Α)[*](8 om ως 1⁰ B*(hab Bᵃᵇ ᵐᵍ sinistr) | ως 2⁰] ωσει U+05D0A | εξοδω U+05D0A 9 πυρειου, U+05D0 | ολοφυρητον U+05D0* (ολοσφ.U+05D0c.ᵃ) 9—10 κεκοσμημενον...καρπους] ως ελαια... καρπους κεκοσμημενω (sic)...πολυτελει U+05D0 11 αναλαμβανειν] αναβαλλιν U+05D0* (αναλαμβανιν U+05D0¹) | καυχηματος] καυματος A 12 ιερεων] ορεων U+05D0* (ιερ. U+05D0c.ᵃ) | εστως] εστηκως A | εσχαρας U+05D0* (ς ras U+05D0?) | αυτος 2⁰] αυτου A | κεδρων U+05D0A 13 οι υιοι] om οι U+05D0 | δοξη] pr τη U+05D0 | αυτων 1⁰] αυτου U+05D0* (.των U+05D01) 15 σπονδιου A | οσμην] pr σωτηριου U+05D0c.ᵃ | παμβασιλει BᵇA 16 υιοι] pr οι A 17 κατεσπευσαν Bᵃᵇ U+05D0A)
- προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν [*](B)
- Παντοκράτορι θεῷ τῷ ὑψίστῳ·
751
- καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν,
- ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος·
- καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου
- ἐν προσευχῇ κατέναντι Ἐλεήμονος,
- ἕως συντελεσθῇ κόσμος Κυρίου
- καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.
- τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ
- ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραήλ,
- δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ
- καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι·